# Commentarii in Lucam (in catenis) 72.772

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.772

ἐστὶν ὁ ἄνθρωπος, εἴ γε βοῦν καὶ ὄνον ἐν Σαββάτῳ προνοίας ἀξιοῖ· τὴν δὲ συγκεκυφυῖαν γυναῖκα οὐ βούλεται βασκαίνων Χριστῷ ἀπαλλαγῆναι τῆς ἀσθενείας, οὐδὲ τὸ κατάλληλον ἀπολαβεῖν σχῆμα.—(A f, 192) Ἀλλ' ὁ τῆς Συναγωγῆς ἄρχων ὁ βάσκανος ἐβούλετο τὴν ἀνορθωθεῖσαν γυναῖκα, κατὰ τὰ τετράποδα μᾶλλον κάτω κεκυφέναι, ἢ τὸ οἰκεῖον ἀνθρώποις ἀπολαβεῖν σχῆμα· μόνον ἵνα μὴ Χριστὸς μεγαλύνηται, μηδὲ Θεὸς εἶναι ὑπὸ τῶν πραγμάτων κηρύττηται. Ἐλέγχεται μέν τοι ὁ ἀρχισυνάγωγος ὑποκριτὴς ὢν, εἴ γε τὰ μὲν ἄλογα ζῶα ἐν Σαββάτῳ ἐπὶ τὸ ὕδωρ ἀπάγοι, τὴν δὲ γυναῖκα, τὴν οὐ μᾶλλον διὰ τὸ γένος ὅσον διὰ τὴν πίστιν Ἀβραὰμ οὖσαν θυγατέρα, οὐκ ἀξιοῖ λυθῆναι τοῦ δεσμοῦ τῆς ἀσθενείας· ἀλλὰ τὴν ἐλευθερίαν τῆς νόσου, παράβασιν κρίνει τοῦ Σαββάτου. Κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ. (A f. 192) Κατῃσχύνοντο μὲν οἱ διεφθαρμένας τὰς κρίσεις ἐκφέροντες· οἱ τῷ ἀκρογωνιαίῳ προσκόπτοντες, καὶ διὰ τοῦτο συνθλώμενοι· οἱ τῷ ἰατρῷ ἀνθεστηκότες· οἱ τῷ σοφῷ κεραμεῖ τὴν τῶν διαστραφέντων σκευῶν ἐπανόρθωσιν ποιουμένῳ ἀντιπίπτοντες· καὶ οὐδὲ μία αὐτοῖς ἀπόκρισις ὑπελείπετο· ἀλλ' ἦσαν αὐτοὶ ἑαυτοῖς ἔλεγχος ἀναντίῤῥητος, ἐπιστομιζόμενοι καὶ ἀποροῦντες ὅ τι ἄρα καὶ φθέγξονται. Οὕτως αὐτῶν ἀπέῤῥαψε τὸ θρασὺ στόμα ὁ Κύριος. οἱ δὲ ὄχλοι, οἷα ὠφελούμενοι ἐκ τῶν σημείων, ἔχαιρον· τὸ γὰρ ἔνδοξον τῶν ἔργων καὶ περιφανὲς ἔλυε πᾶσαν ζήτησιν καὶ ἀμφιβολίαν τοῖς μὴ κακοήθως ζητοῦσιν. Ὁμοία ἐστὶ κόκκῳ σινάπεως. (A f. 193) Εὐφυὲς τὸ παράδειγμα, καὶ οὐκ ἀνικάνως ἔχον εἰς παράστασιν τῶν συμβεβηκότων, ἤγουν γενομένων ἐπὶ τῷ θείῳ τε καὶ ἱερῷ κηρύγματι, φημὶ δὴ τῷ εὐαγγελικῷ, ὃ δὴ καὶ βασιλείαν ὀνομάζει τοῦ Θεοῦ· δι' αὐτοῦ γὰρ κερδαίνομεν τὸ συμβασιλεῦσαι Χριστῷ. Καὶ ἦν μὲν ἐν ἀρχαῖς παρ' ὀλίγοις καὶ συνεσταλμένον, ἐπλατύνθη δὲ καὶ διέδραμε μετὰ ταῦτα εἰς πάντα τὰ ἔθνη. Ἐλαλήθη μὲν γὰρ κατὰ μόνην τὴν Ἰουδαίαν, ἐν ᾗ καὶ εὐαρίθμητοι παντελῶς γεγόνασιν οἱ μακάριοι μαθηταί· ἀπειθήσαντος δὲ τοῦ Ἰσραὴλ, τοῖς ἁγίοις ἀποστόλοις ἐνετέλλετο λέγων· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη,» καὶ τὰ ἑξῆς. Ὥσπερ οὖν τὸ σπέρμα τοῦ σινάπεως, τοῦ μὲν ἑτέρων λαχανικῶν σπερμάτων ἡττᾶται λίαν εἰς τὸ ἐν μεγέθει ποσὸν, ἀνίσχει γε μὴν εἰς ὕψος, λαχανοπρεποῦς ἐπέκεινα μέτρου, ὥστε καὶ στρουθίων ἐναύλισμα γενέσθαι πολλῶν· οὕτω καὶ ἡ βασιλεία τῶν οὐρανῶν, τουτέστι τὸ νέον τε καὶ ἱερὸν καὶ σωτήριον κήρυγμα, δι' οὗ πρὸς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἀνδραγαθημάτων πεποδηγήμεθα, καὶ φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν ἐγνώκαμεν, ὡς παρ' ὀλίγοις μὲν ἦν ἀρχαῖς, καὶ οἷον βραχὺ καὶ συνεσταλμένον, προβέβηκε δὲ μετὰ τοῦτο πρὸς αὔξησιν· ὥστε καὶ εἰς σκέπην γενέσθαι τοῖς προσιοῦσιν αὐτῷ, οὓς δὴ καὶ στρουθίοις παρεικαστέον, Θεῷ γὰρ τὰ καθ' ἡμᾶς ἐν ὀλίγοις κομιδῇ μέτροις εἰσίν. Ἐδόθη μὲν γὰρ τοῖς ἐξ Ἰσραὴλ ὁ διὰ Μωϋσέως νόμος· ἐπειδὴ δὲ ἦν ἀνέφικτον διὰ τῆς ἐν αὐτῷ σκιᾶς, καὶ σωματικῆς λατρείας, διασωθῆναι δύνασθαι τοὺς ἐπὶ τῆς γῆς, λοιπὸν ἀναγκαίως τὸ εὐαγγελικὸν καὶ σωτήριον ἀνέφυ κήρυγμα, καὶ εἰς ὅλην ἐκτέταται τὴν ὑπ' οὐρανόν.

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
