# Commentarii in Lucam (in catenis) 72.773

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.773

(A f. 193 b) Τοῦτο ἡμῖν αἰνιγματωδῶς τὸ Μωσαϊκὸν ἐσήμαινε γράμμα· ἔχει δὲ οὕτως· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν λέγων· Ποίησον σεαυτῷ δύο σάλπιγγας ἐλατὰς, ἀργυρᾶς ποιήσεις αὐτὰς, καὶ ἔσονταί σοι ἀνακαλεῖν τὴν συναγωγὴν, καὶ ἐξαίρειν τὰς παρεμβολάς.» Καὶ μεθ' ἕτερα· «Καὶ οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς σαλπιοῦσι ταῖς σάλπιγξι· καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν.» Ἵν' ἐντεῦθεν ἐννοῇς καὶ τὴν τοῦ νόμου παιδαγωγίαν, καὶ τελείωσιν τὴν διὰ Χριστοῦ διὰ πολιτείας εὐαγγελικῆς καὶ μυσταγωγίας τῆς ὑπὲρ σκιὰν καὶ τύπους. Σάλπιγξ δὲ οὗν ὁ νόμος· ὁμοίως δὲ καὶ τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα· οὕτω γὰρ αὐτοῦ διαμνημονεύει καὶ ὁ προφήτης Ἡσαΐας, λέγων· «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, σαλπιοῦσι τῇ σάλπιγγι τῇ μεγάλῃ.» Μεγάλη γὰρ ὄντως ἀνεφώνησε σάλπιγξ, ἡ διά γε τῶν ἁγίων ἀποστόλων, οὐκ ἀθετοῦσα τὴν πρώτην, συνεισδεχομένη δὲ καὶ αὐτήν· διὰ γὰρ νόμου καὶ προφητῶν, ἐμπεδοῦσιν ἀεὶ τὸν ἐπὶ Χριστῷ λόγον, μαρτυρίαις χρώμενοι ταῖς ἀρχαιοτέραις. Οὐκοῦν δύο μὲν αἱ σάλπιγγες, ἀργυραῖ δὲ καὶ ἐλαταί· τοῦ μὲν ἀργύρου κατασημαίνοντος τὴν φαιδρότητα, λαμπρὸς γάρ ἐστιν ὁ παρὰ Θεοῦ λόγος· τοῦ γε μὴν ἐλάσματος ὑποφαίνοντος, ὅτι προβήσονται καὶ προκόψουσιν αἱ ἱεραί τε καὶ θεῖαι σάλπιγγες, ἤγουν τὸ νέον τε καὶ ἀρχαῖον κήρυγμα· προκόπτει γὰρ ἀεί πως τὸ ἐλαυνόμενον, καὶ εἰς εὖρός τε καὶ μῆκος ἐκτείνεται· ἔμελλον δὲ προκόπτειν, ἐπιλάμψαντος τοῦ Χριστοῦ· ὁ μὲν παλαιὸς νόμος, εἰς θεωρίαν πνευματικήν· τὸ δὲ κήρυγμα τὸ εὐαγγελικὸν, εἰς τὸ πάσης κατευρυνθήσεσθαι τῆς ὑπ' οὐρανόν. Πλὴν τοῖς ἱερεῦσιν ὁ νόμος ἐδίδου τὸ χρῆναι ταῖς σάλπιγξι διατάττειν τοὺς λαούς· δέδοται γὰρ παρὰ Χριστοῦ τὸ διακηρύττειν αὐτὸν καὶ τὰ αὐτοῦ θεσπίσματα, τοῖς τῶν νέων κηρυγμάτων ἱερουργοῖς, δῆλον δὲ ὅτι τοῖς ἁγίοις ἀποστόλοις. Ὅτι δὲ ἔμελλεν εἰς αὔξησιν ὥσπερ ἀναπηδᾷν, βραχὺς ὢν ἐν ἀρχαῖς τῶν εὐαγγελικῶν κηρυγμάτων ὁ λόγος, ἀταλαίπωρον ἰδεῖν, προηγορευκότος Θεοῦ διὰ φωνῆς Ἡσαΐου περὶ αὐτοῦ, ὅτι «Ἐνεπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσης.» Θαλάσσης γὰρ δίκην ἐκκέχυται πανταχοῦ τὸ σωτήριον κήρυγμα, καὶ πανσθενεστάτην ἔχει τὴν ἐμβολήν· καὶ τοῦτο πάλιν ἡμῖν διασαφεῖ λέγων ὁ τῶν ὅλων Θεὸς, διὰ προφήτου φωνῆς· «Καὶ κυλισθήσεται ὡς ὕδωρ, κρῖμα· καὶ δικαιοσύνη, ὡς χείμαῤῥος ἄβατος.» Κρῖμα μὲν γὰρ καὶ δικαιοσύνην, τὸ εὐαγγελικὸν ὀνομάζει κήρυγμα· οὕτω γε μὴν αὐτὸ κατακυλισθήσεσθαι διεβεβαιοῦτο τῆς ὑπ' οὐρανὸν, ὡς ὕδωρ καὶ χειμάῤῥουν, οὗ τὰς ὁρμὰς ἐγκόψειεν ἂν οὐδεὶς καταχεομένου λαύρως. Ὁμοία ἐστὶ ζύμῃ, κ.τ.λ. (A f. 194 b, B f. 135) Ὁ αὐτὸς δ' ἂν γένοιτο λόγος, καὶ περὶ τοῦ ζύμῃ παραβεβλῆσθαι τὴν βασιλείαν τοῦ Θεοῦ· μικρὰ μὲν γὰρ ἡ ζύμη, πλὴν τοῦ παντὸς φυράματος ἀμελητὶ καταδράττεται, καὶ τὴν ἰδίαν αὐτῷ ποιότητα καταμίσγει γοργῶς. Τοιοῦτόν τι καὶ ἐν ἡμῖν ὁ θεῖος ἐργάζεται λόγος· γεγονὼς

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
