# Commentarii in Lucam (in catenis) 72.781

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.781

ρον, ὡς ἐν ὥρᾳ τρίτῃ δηλούμενον, καθ' ὃν ἦν Νῶε. Τρίτον, ὡς ἐν ἕκτῃ, καθ' ὃν ἦν Ἀβραάμ. Τέταρτον, ὡς ἐν ἐννάτῃ, καθ' ὃν ἦν Μωϋσῆς καὶ οἱ προφῆται. Περὶ δὲ τὴν ἑνδεκάτην, τουτέστιν ἐν τῷ πέμπτῳ καιρῷ, συστελλομένης ἤδη τῆς ἡμέρας, ἤγουν τοῦ παρόντος αἰῶνος, ἐμισθώσατο τὰ ἔθνη ὁ Χριστὸς, κεκλημένα πρὸς ἐπίγνωσιν, παρ' οὐδενὸς ἑτέρου. Προσῆλθόν τινες Φαρισαῖοι λέγοντες· Ἔξελθε, καὶ πορεύου ἐντεῦθεν. (B f. 136 b, D f. 55 b) Οὐκ ἤθελον ὑπὸ βασκανίας οἱ Φαρισαῖοι τὸν Χριστὸν ἐνδημεῖν τοῖς Ἱεροσολύμοις, ἵνα μὴ ταῖς θεοσημείαις καὶ ταῖς ὑπὲρ νόμον μυσταγωγίαις πρὸς τὴν αὐτοῦ πίστιν σαγηνεύσῃ πολλούς. Ἐπειδὴ δὲ Θεὸς ὢν οὐκ ἠγνόει τοὺς αὐτῶν διαλογισμοὺς, ὑπαπαντᾷ πράως τε καὶ ἐπεσκιασμένως, ὡς ἔθος αὐτῷ. «Εἴπατε γὰρ, φησὶ, τῇ ἀλώπεκι ταύτῃ.»—(A f. 198 b) Πρόσχες ἀκριβῶς τῇ τοῦ λόγου δυνάμει. Δοκεῖ μὲν γάρ πως τετράφθαι καὶ βλέπειν εἰς τὸ Ἡρώδου πρόσωπον τὸ εἰρημένον, ὥς τινες ἐνόμισαν· ἔρχεται δὲ μᾶλλον κατὰ τῆς τοῦ Φαρισαίου σκαιότητος. Καίτοι γὰρ δυνάμενος εἰπεῖν· Εἰπὲ τυχὸν τῇ ἀλώπεκι ἐκείνῃ, τοῦτο μὲν παρίησιν· εὐφυέστατα δὲ μέσῃ τινὸς χρώμενος φωνῇ, μονονουχὶ κατέδειξεν ἐγγὺς ὄντα Φαρισαῖον, εἰπὼν, «τῇ ἀλώπεκι ταύτῃ.» Τῇ ἀλώπεκι δὲ παρεικάζει τὸν ἄνθρωπον· πανοῦργον γὰρ ἀεί πώς ἐστι καὶ δύστροπον τὸ θηρίον· τοιοῦτοι καὶ οἱ Φαρισαῖοι. Ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἐπιτελῶ σήμερον καὶ αὔριον· καὶ τῇ τρίτῃ τελειοῦμαι. (A f. 198 b, B f. 156, D f. 55 b, E f. 204 b) Ὁρᾷς ὅτι τοῦθ' ὅπερ ᾔδει λυπεῖν τὸ τῶν Φαρισαίων στίφος, ἀποπληροῦν ἐπαγγέλλεται, φάσκων ὅτι καὶ ἀκαθάρτοις ἐπιτιμήσει πνεύμασι, καὶ ἀπαλλάξει παθῶν τοὺς ἐν ἀῤῥωστίαις, καὶ τελειωθήσεται, τουτέστιν, ἑκὼν ὑπομενεῖ τὸ ἐπὶ τῷ σταυρῷ πάθος, ὑπέρ γε τοῦ σῶσαι τὴν ὑπ' οὐρανόν; Ἤδει δὴ οὖν ἄρα καὶ πῶς καὶ πότε τὸν κατὰ σάρκα θάνατον ὑποστήσεται· πλὴν ᾠήθησαν οἱ Φαρισαῖοι κατοῤῥωδήσειν αὐτὸν τὴν Ἡρώδου χεῖρα, καίτοι τῶν δυνάμεων ὄντα Κύριον. Ὅτι δὲ τῆς ἐξ ἀνθρώπων πλεονεξίας οὐδένα ποιεῖται λόγον, διέδειξεν εἰπών· «Πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι· ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ.» Τὸ δὲ «δεῖ με» λέγων, οὐκ ἀνάγκην ἀδιάφυκτον ἐπηρτημένην ὥσπερ ἑαυτῷ ἐδήλωσεν· ἀλλ' ὅτι μᾶλλον ἐξουσίᾳ τῶν ἑαυτοῦ θελημάτων ἀνυπόπτως ὅπουπερ ἃν ἐθέλῃ βαδιεῖται καὶ περινοστήσει τὴν Ἰουδαίαν, οὐδενὸς ἐπιόντος ἢ ἐπιβουλεύοντος, ἄχρις ἂν αὐτὸς ἑκὼν καταδέξηται τὴν τελείωσιν, τὴν διά γε, φημὶ, τοῦ τιμίου σταυροῦ. Τέως μέντοι ἐνεργῶ δυνάμεις· καὶ τούτου νῦν ὁ καιρός· καὶ οὔ τί γε ἐπὶ πλείονα χρόνον· τοῦτο γὰρ τὸ σήμερον καὶ τὸ αὔριον. Καὶ τοῦτο δὲ, φησὶν, ἀποκείσεται Ἱερουσαλὴμ, καὶ οὐχ ἑτέρως

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
