# Commentarii in Lucam (in catenis) 72.792

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.792

Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπε τῷ δούλῳ αὐτοῦ, κ.τ.λ. (A f. 208, E f. 208 b) Καὶ νῦν οὖν ὠργίσθαι λέγεται ὁ οἰκοδεσπότης κατὰ τῶν Ἰουδαϊκῶν ἀρχόντων, ὡς τὸ μέγα δεῖπνον ὑβρισάντων. Καὶ δὴ κέκληνται ἀντ' ἐκείνων οἱ εἰς τὰς πλατείας καὶ τὰς ῥύμας, οἱ ἐκ τῆς Ἰουδαϊκῆς πληθύος, ἀσθενῆ τε καὶ ἀγεννῆ τὴν διάνοιαν ἔχοντες, ἀφεγγῆ τε καὶ χωλεύουσαν· τυφλοὶ γὰρ οὗτοι καὶ χωλοὶ νοηθεῖεν ἂν, ἀλλ' εὔῤῥωστοι καὶ ὑγιεῖς γεγόνασιν ἐν Χριστῷ· ἐδιδάχθησαν ὀρθοποδεῖν, τὸ θεῖον εἰς νοῦν ἐδέξαντο φῶς· ὅτι δὲ πεπιστεύκασι τῶν Ἰουδαίων οὐκ εὐαρίθμητοι, μάθοι τις ἂν ταῖς τῶν ἁγίων ἀποστόλων Πράξεσιν ἐντυχών. Ἐκεῖ γὰρ Πέτρου δημηγορήσαντος, πρῶτον τρισχίλιοι ἐπίστευσαν, καὶ πάλιν πολὺς ὄχλος. Ἀλλὰ ταῦτα μὲν διδάσκων, τοῦτο δὲ θαυματουργῶν, τὸ ἄδολον πλῆθος ὑπήγετο, καὶ πολλοὶ τῶν Ἰουδαίων ἐπίστευον εἰς αὐτόν· οὓς καὶ ἐπαράτους οἱ Φαρισαῖοι ὠνόμαζον, ὡς εἰς Χριστὸν πιστεύοντας· ἔλεγον γάρ· «Μή τις ἐκ τῶν Φαρισαίων ἐπίστευσεν εἰς αὐτόν; ἀλλ' ὁ λαὸς οὗτος, ὁ μὴ γινώσκων τὸν νόμον, ἐπικατάρατοί εἰσιν.» Ἐνταῦθα ἑκάτερον δείκνυται, καὶ ὅτι οἱ ἄρχοντες οὐκ ἐπίστευον, καὶ ὅτι πολλοὶ ἐκ τοῦ πλήθους ἐπίστευον· ἅπερ ἀμφότερα καὶ ἡ παραβολὴ ᾐνίξατο, τοὺς μὲν εἰσάγουσα παραιτουμένους, τοὺς δὲ καλουμένους καὶ ὑπακούοντας. Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς, καὶ ἀνάγκασον εἰσελθεῖν. (B f. 142 b, D f. 57 b, E f. 209) Ἐνταῦθά μοι βλέπε τὴν τῶν ἐθνῶν κλῆσιν, μετά γε τοὺς ἐξ αἵματος Ἰσραὴλ εἰσενηνεγμένων διὰ τῆς πίστεως. Πάλαι μὲν γὰρ ἦσαν οἱ ἐξ ἐθνῶν ἄγροικοι τὰς φρένας, ἀπηγριωμένοι τὸν νοῦν καὶ οἷον ἔξω πόλεως, διὰ τὸ μὴ ζῇν ἐν εὐνομίᾳ, κτηνοπρεπῶς δὲ μᾶλλον, καὶ σὺν ἀλογίᾳ πολλῇ· ταύτῃτοι καὶ εἰς τὰς ἔξω πόλεως ὁδοὺς, καὶ τοὺς ἐν ἀγροῖς ὄντας φραγμοὺς, ὁ δειπνοκλήτωρ ἀπεστάλη. Πλὴν προστέτακται παρὰ τοῦ πεπομφότος, οὐχ ἁπλῶς καλέσαι, καὶ μόνην αὐτοῖς προτεῖναι τὴν προτροπὴν, ἀλλὰ γὰρ καὶ ἀναγκάσαι. Καίτοι προαιρετικὸν ἄπασι τὸ πιστεύειν ἐστὶ, καὶ δεκτὸν τοῦτο παρὰ Θεῷ, εἶτα πῶς ἀναγκάζονταί τινες; Καὶ τοῦτο ναὶ γέγονεν οἰκονομικῶς· ἔδει γὰρ, ἔδει τοῖς ἔθνεσιν, ὡς ἀφορήτῳ πλεονεξίᾳ κατεζευγμένοις, καὶ ὑπὸ ζυγὰ πεσοῦσι διαβολικὰ, καὶ οἱονεὶ σειραῖς ἀῤῥήκτοις τῶν οἰκείων πλημμελημάτων ἐνισχημένοις, καὶ οὐκ εἰδόσιν ὅλων τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, συντονωτέρας κλήσεως, μιμουμένης ἀνάγκης χρείαν, ἵν' ἰσχύσειαν ἀναβλέψαι πρὸς Θεὸν, καὶ τῶν ἱερῶν γεύσασθαι μαθημάτων, καὶ ἀποφοιτῆσαι μὲν τῆς ἀρχαίας ἀπάτης, ἀποπηδῆσαι δὲ τρόπον τινὰ τῆς τοῦ διαβόλου χειρός. Καὶ γοῦν ἔφη Χριστός· «Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσαι αὐτόν.» Ἡ δὲ λέξις ὅλως ἰσχύος ἔργον τῆς θεοπρεποῦς ἀποφαίνει τὴν κλῆσιν. Τοιοῦτόν τι καὶ ὁ προφήτης Δαβὶδ εὑρίσκεται λέγων πρὸς Θεὸν περὶ αὐτῶν· «Ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ ἐγγιζόντων πρὸς σέ.»

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
