# Commentarii in Lucam (in catenis) 72.801

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.801

λυφθῆναι, καὶ τὸ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται.» Καὶ αὐτὸς δέ φησι περὶ ἑαυτοῦ, ποτὲ μὲν, ὅτι «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου·» ποτὲ δὲ πάλιν, ὅτι «Ἐγὼ φῶς εἰς τὸν κόσμον τοῦτον ἐλήλυθα· ὁ ἀκολουθῶν ἐμοὶ, οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς.» Οὐκοῦν ἐν φωτὶ σέσωσται τὸ ἀπολωλὸς, καὶ γέγονε ταῖς ἄνω δυνάμεσι θυμηδία τὸ χρῆμα· χαίρουσι γὰρ καὶ αὐταὶ καὶ ἐφ' ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι· καὶ τοῦτο αὐτὸς ἡμᾶς ἐδίδαξεν ὁ πάντα εἰδώς. Εἰ δὲ ἐφ' ἑνὶ τῶν σωζομένων ἑορτάζουσι, τὸν θεῖόν που πάντων ἰχνηλατοῦντες σκοπὸν, καὶ ἀκαταλήκτοις εὐφημίαις τὴν τοῦ σώζοντος ἡμερότητα κατακρατεῖν εἰθισμένοι, ὁποίας ἄν τις αὐτοὺς εὐφροσύνης ἀναπίμπλασθαι φαίη ἂν, ὅλης ἀνασεσωσμένης τῆς ὑπ' οὐρανὸν, καὶ διὰ τῆς ἐν Χριστῷ πίστεως κεκλημένης εἰς ἐπίγνωσιν ἀληθείας; Ἄνθρωπός τις εἶχε δύο υἱούς. (E f. 227) ᾜτησεν ἄσωτος τὸ ἐπιβάλλον· ἔλαβεν, ἀπεδήμησεν, ἐδαπάνησεν· εἶτα ἐν ἐνδείᾳ γέγονε παντὸς ἀγαθοῦ, καὶ τῶν θεοσδότων χαρισμάτων ἐν σπάνει, καὶ οἷον λιμῷ κατεφθείρετο, τὸν ἄρτον οὐκ ἔχων τὸν ἐξ οὐρανοῦ· «Οὐ γὰρ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.» Ἐφαρμόσειε δ' ἄν τις τὴν παραβολὴν καὶ τοῖς ἐξ ἐθνῶν. Ἔφη γὰρ, ἀνθρώπῳ τινὶ δύο μὲν υἱοὺς γενέσθαι· εἶναι δὲ ἕνα μὲν αὐτῶν ἐπιεικῆ, τὸν δὲ ἕτερον ἄσωτον, ὃς δὴ καὶ κατεδηδοκὼς τὸ ἐκνεμηθὲν αὐτῷ τῆς οὐσίας μέρος, εἶτα λιμῷ πιεσθεὶς, τοῖς κερατίοις προσέβαλεν ἅπερ ἤσθιον οἱ χοῖροι. Τοιοῦτόν τι πεπονθότας τοὺς ἀποπεπλανημένους εὑρήσομεν. Ἐν ἴσῳ μὲν γὰρ ἅπασι δέδωκεν ὁ Δημιουργὸς, ὥσπερ τινὰ κλῆρον, τὴν τῆς φύσεως ἐπιτηδειότητα πρὸς τὸ ἀγαθόν· ἀλλ' οἱ μὲν διέσωσαν τὸ δοθὲν, τοῖς θείοις ἀκολουθήσαντες νόμοις, καὶ φυσικαῖς ἐννοίαις χειραγωγούμενοι πρὸς πᾶν ὁτιοῦν τῶν οὐκ ἐκτόπων· οἱ δὲ ἠμοιρηκότες εἰς ἅπαν τῆς ἄνωθεν ἡμερότητος καὶ φειδοῦς καὶ ἀγάπης, ἐν σπάνει γεγόνασι τῶν τῆς ἀρίστης ζωῆς αὐχημάτων, καὶ τροφὴν ἐσχήκασι τὰς Ἑλλήνων ψευδομυθίας, ἐν τάξει κερατίων νοουμένας, οἷς ἔνεστι μὲν βραχὺ τὸ γλυκὺ, ἀτροφία δὲ πολλὴ καὶ ξηρότης· καί γε κατέβοσκεν αὐτοὺς ὁ Σατανᾶς ταῖς Ἑλλήνων ψευδηγορίαις, καὶ ταῖς τῶν παρ' αὐτοῖς λογάδων ἀνοήτοις εὐστομίαις· μῦθοι γὰρ καὶ ἕτερον οὐδὲν καὶ γραοπρεπῆ τερετίσματα τὰ παρ' ἐκείνοις εἰσὶ δικαιώματα. Καὶ ἔστιν ἡ τοῦ κόσμου σοφία διὰ τὸ τῆς λέξεως εὔηχες χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Οὐκοῦν ἐτρέφοντο μὲν πάλαι τοῖς Ἑλληνικοῖς συγγράμμασιν, οὐδεμίαν ὄνησιν εἰς κατόρθωσιν τῆς ἀρετῆς ἐργάσασθαι δυναμένοις. Ἐπειδὴ δὲ ἐξεζήτησαν τὸν Θεὸν, καὶ ἀπὸ τῆς μακρᾶς πλάνης ἐπανῆλθον, ὡς νεκροὶ μὲν ἀνέζησαν, ὡς δὲ ἀπολωλότες εὑρέθησαν. Τῶν μὲν γὰρ ἔτι πλανωμένων, καὶ τὸν φύσει Θεὸν οὐκ εἰδότων, νεκρός τέ ἐστι καὶ οἱονεὶ ἀπεψυγμένος ὁ νοῦς, καὶ νεκρῶν ἔργων ἐπιμελητής· ταῦτα δέ ἐστι τὰ θελήματα τῆς σαρκός·

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
