# Commentarii in Lucam (in catenis) 72.828

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.828

τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου.» Ὀνομαστὶ δὲ, ὡς ἔφην, ὁ πένης ἐν γλώσσῃ Θεοῦ. Πλὴν ἴδωμεν τοῦ πλουσίου ἐπ' οὐδενὶ τῶν ἀναγκαίων ἠρμένην ὀφρύν. Τί οὖν φησι περὶ αὐτοῦ ὁ Χριστός; «Καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον,» τουτέστιν, εὐειματεῖν ἐσπούδαζε ἐν ἐσθῆτι πολυτελεστάτῃ.— (A f. 220 b, E f. 255) Ὁ δὲ πένης ἔῤῥιπτο παρὰ τὸν πυλῶνα, νόσῳ καὶ πενίᾳ πεπεδημένος, καὶ οὐδενὸς ἠξιοῦτο λόγου· φειδοῦς καὶ φροντίδος ἄμοιρος ἦν, ἐζήτει πρὸς κόρον τῆς τοῦ πλουσίου τραπέζης τὰ παρολισθαίνοντά τε καὶ ἀχρηστότερα· ἐκολάζετο δὲ καὶ ἑτέρως νόσῳ χαλεπωτάτῃ· ἀλλὰ καὶ «οἱ κύνες, φησὶν, ἔλειχον τὰ ἕλκη αὐτοῦ,» καὶ οὐκ ἀδικοῦντες μᾶλλον, κατά γε τὸ εἰκὸς, ἀλλ' οἷον συναλγοῦντες καὶ θεραπεύοντες· γλώττῃ γὰρ ἰδίᾳ καὶ τὰς ἑαυτῶν καθιστῶσι νόσους, οἷον ἀποξύοντες τὸ λυποῦν, καὶ φιλοφρόνως περιαλείφοντες. Ὁ δὲ πλούσιος ὢν καὶ θηρῶν ἀπηνέστερος, ἀσυναλγὴς καὶ ἀφιλοικτείρμων καὶ μεστὸς ἁπάσης ἀπανθρωπίας ἠλέγχετο. Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν, κ.τ.λ. Ἀπέθανε δὲ καὶ ὁ πλούσιος, καὶ ἐτάφη, κ.τ.λ. (A f. 223 b, E f. 263 b) Ἀλλ' οὐχ ὁ Λάζαρος οὗτος, ἀλλὰ μετὰ πάσης ἀπῄει δορυφορίας, καὶ τῶν χρηστοτέρων ἐλπίδων· τοῖς γὰρ ἐλπίδας ἔχουσι τὰς παρὰ Θεῷ, μετάστασις ἂν εἴη ἐξ ἀνίας [cod. A. ἀκακίας] καὶ πόνων, ἡ ἐκ τῶν καθ' ἡμᾶς ἀποδημία· καί τι τοιοῦτον ὁ Σολομῶν ἐδίδαξεν εἰπών· «Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία, σύντριμμα· οἱ δὲ εἰσὶν ἐν εἰρήνῃ, καὶ ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης.» Δίδοται γὰρ αὐτοῖς ἰσοπαλὲς τοῖς πόνοις, τὸ τῆς παρακλήσεως μέτρον· ἢ τάχα που καὶ πλείους τῶν πόνων αἱ ἀμοιβαί· ἔφη γὰρ Χριστὸς, ὅτι «Μέτρον καλὸν πεπιεσμένον, σεσαλευμένον, ὑπερεκχυνόμενον, δώσουσιν εἰς τὸν κόλπον ὑμῶν.» Οὐκοῦν «ὁ μὲν Λάζαρος διὰ τῶν ἁγίων ἀγγέλων ἀπενήνεκται, φησὶν, εἰς κόλπους Ἀβραάμ· ὁ δὲ πλούσιος ἀπέθανε,» φησὶ, «καὶ ἐτάφη·» θάνατος γὰρ αὐτῷ σκληρῷ γεγονότι καὶ ἀφιλοικτείρμονι, τὸ ἀπαλλαγῆναι σώματος· ἄπεισι γὰρ ἐκ τρυφῆς εἰς κόλασιν· ἐκ δόξης εἰς ἀτιμίαν· ἐκ φωτὸς εἰς σκότος. ΚΕΦΑΛ. ΙΖʹ. Ἀνένδεκτόν ἐστι μὴ ἐλθεῖν τὰ σκάνδαλα. (A f. 230 b, B f. 161) Ποίων ἄρα σκανδάλων μνημονεύει Χριστὸς, ἃ δὴ πάντη τε καὶ πάντως συμβήσεσθαί φησι; Διττὰ μὲν οὖν τὰ σκάνδαλα· καὶ τὰ μὲν αὐτῶν, τῇ ὑπερτάτῃ μάχεται δόξῃ, καὶ τῆς ἀνωτάτω πασῶν οὐσίας ἅπτεται, τό γε ἧκον εἰς τὸ ἐγχείρημα τῶν ἐξευρηκότων. Τὰ δὲ πρὸς ἡμῶν ἔσθ' ὅτε γίνεται· διήκει δὲ μέχρι μόνου τοῦ λυπῆσαι τῶν ἀδελφῶν καὶ ὁμοπίστων τινάς· αἱ μὲν γὰρ τῶν αἱρέσεων παρευρέσεις, καὶ ὃς ἂν γένοιτο μετὰ τῆς ἀληθείας λόγος, αὐτῇ θείᾳ καὶ ὑπερτάτῃ μάχεται δόξῃ· ἀποφέρει γὰρ τοὺς ἁλισκομένους τῆς τῶν ἱερῶν δογμάτων ὀρθότητός τε καὶ ἀκριβείας. Περὶ τῶν

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
