Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.829
Not analysed yet
τοιούτων σκανδάλων ἔφη που πάλιν αὐτὸς ὁ Σωτήρ· «Οὐαὶ τῷ κόσμῳ ἐκ τῶν σκανδάλων· ἀνάγκη γὰρ ἐλθεῖν τὰ σκάνδαλα, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ δι' οὗ τὸ σκάνδαλον ἔρχεται.» Τὰ γὰρ τοιαῦτα σκάνδαλα, διά γε, φημὶ, τῶν ἀνοσίων αἱρετικῶν, οὐ καθ' ἑνὸς ἰδικῶς ἔρχεταί τινος, ἐπιβουλεύει δὲ μᾶλλον τῷ κόσμῳ, τουτέστι, τοῖς ἐν ἁπάσῃ τῇ γῇ. Τοῖς τῶν τοιούτων σκανδάλων εὑρεταῖς ἐπιπλήττει λέγων ὁ μακάριος Παῦλος· «Οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν ἀσθενοῦσαν τὴν συνείδησιν, εἰς Χριστὸν ἁμαρτάνετε.» Ἵνα δὲ τὰ τοιαῦτα σκάνδαλα μὴ κατισχύσωσι τῶν πεπιστευκότων, ἔφη που Θεὸς τοῖς τὸν ὀρθὸν τῆς ἀληθείας πρεσβεύουσι λόγον, καὶ εὖ εἰδόσι μυσταγωγεῖν· «Πορεύεσθε διὰ τῶν πυλῶν μου, καὶ ὁδοποιήσατε τῷ λαῷ μου, καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαῤῥίψατε.» Πικρὰν δὲ τὴν δίκην ἐπήρτησεν ὁ Σωτὴρ τοῖς τὰ τοιάδε τιθεῖσι σκάνδαλα. Ἔοικε δέ πως, οὐ τῶν τοιούτων σκανδάλων διαμεμνῆσθαι νῦν, ἐκείνων δὲ μᾶλλον, ἅπερ δὴ συμβαίνει πλειστάκις ἐξ ἀνθρωπίνης μικροψυχίας μεταξὺ φίλων τε καὶ ἀδελφῶν. Ἀποφέρει δὲ ἡμᾶς εἰς τὰς ἐπὶ τοῖς τοιούτοις ὑποψίας, ὁ γείτων εὐθὺς καὶ ἐπενηνεγμένος τοῖς πρώτοις λόγος, ὁ περί γε, φημὶ, τοῦ συγγινώσκειν ἀδελφοῖς, εἰ γένοιτό πως αὐτοὺς εἰς ἡμᾶς πλημμελεῖν. Ποῖα τοίνυν τὰ τοιάδε σκάνδαλα; Μικροψυχίαι τάχα που καὶ λύπαι, δίκαιοί τε καὶ ἄδικοι παροργισμοὶ, λοιδορίαι, καταλαλιαὶ πολλάκις, καὶ τὰ τούτοις ἀδελφὰ καὶ ὁμοειδῆ τῶν πταισμάτων. Ταῦτα, φημὶ, οὐκ ἐνδέχεται μὴ ἐλθεῖν· ἆρ' ὡς ἀναγκαίως ἐπιφέροντος αὐτά τισι τοῦ ἐπὶ πάντας Θεοῦ; Μὴ γένοιτο· φαῦλον γὰρ οὐδὲν παρ' αὐτοῦ, πηγὴ δὲ μᾶλλόν ἐστι πάσης ἀρετῆς. Πῶς οὖν οὐκ ἐνδέχεται μὴ συμβαίνειν αὐτά; Διὰ τὴν ἡμῶν που πάντως ἀσθένειαν. «Πολλὰ γὰρ πταίομεν ἅπαντες,» κατὰ τὸ γεγραμμένον. Πλὴν οὐαὶ μὲν ἔσεσθαί φησι τῷ τιθέντι τὰ σκάνδαλα· οὐ γὰρ ἀνεπίπληκτον ἐᾷ, συστέλλει δὲ μᾶλλον τῷ φόβῳ τῆς δίκης τὸ ῥᾴθυμον ἐν τούτοις. Ἐπιτάττει γε μὴν ἀνεξικακεῖν τοῖς τιθεῖσιν αὐτά. Ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμάρτῃ εἰς σὲ, κ. τ. λ. (A f. 230 b, B f. 161 b) Ἐὰν γὰρ ἐπιστρέφῃ, φησὶν, ὁ ἁμαρτὼν εἰς σὲ, καὶ καταγινώσκῃ ἑαυτοῦ, ἀφήσεις αὐτῷ· καὶ οὐχ ἅπαξ, ἀλλὰ πλειστάκις. Οὐ γὰρ εἴ τις ἀσθενεῖ καὶ τοῦτο συχνῶς, διὰ τοῦτο ἀφιλαλλήλους ἡμᾶς ὁρᾶσθαι, καὶ ὀλιγώρως ἔχειν εἰς μακροθυμίαν· δεῖ δὲ μᾶλλον ἀπομιμεῖσθαι φιλεῖν τοὺς τῶν ἐν σώματι παθῶν ἰατροὺς, οἳ οὐχ ἅπαξ ἢ δὶς τὸν ἄῤῥωστον θεραπεύουσι, τοσαυτάκις δὲ μᾶλλον, ὁσάκις ἂν αὐτὸν ἀῤῥωστῆσαι συμβῇ. Ἐννοῶμεν γὰρ ὡς καὶ ἡμεῖς ἐσμεν ἐν ἀσθενείαις, καὶ ἡττώμεθα παθῶν· πάσχοντες δὲ τοῦτο, χρηστοὺς καὶ ἀμνησικάκους εἶναι πρὸς ἡμᾶς εὐχόμεθα τοὺς ἐπι-