# Commentarii in Lucam (in catenis) 72.832

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.832

πλήττειν ὀφείλοντας, καὶ τὴν τοῦ χρῆναι κολάζειν ἔχοντας ἐξουσίαν. Δεῖ δὴ οὖν ἄρα τῶν ἀλλήλων ἀσθενείαις συγκαθισταμένους, «ἀλλήλων τὰ βάρη βαστάζειν· ἀναπληρώσομεν γὰρ οὕτω τὸν νόμον τοῦ Χριστοῦ.» Ἐπιτήρησον δὲ ὡς ἐν τῷ κατὰ Ματθαῖον πυνθάνεται ὁ Πέτρος καί φησι· «Ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ;» Ἐνταῦθα δὲ ὁ Κύριος πρὸς τοὺς ἀποστόλους, ὅτι «Κἂν ἑπτάκις τῆς ἡμέρας ἁμάρτῃ,» τουτέστι πολλάκις, καὶ τοσαυτάκις καταγνῷ ἑαυτοῦ, «ἀφήσεις αὐτῷ.» Εἶπον οἱ ἀπόστολοι τῷ Κυρίῳ· Πρόσθες ἡμῖν πίστιν. (A f. 231) Εὐφραίνει πάντων ἁγίων ψυχὴν, οὐ τῶν προσκαίρων καὶ ἐπιγείων ἡ κτῆσις, φθαρτὰ γὰρ ταῦτα καὶ εὐαπόβλητα, ἐκεῖνα δὲ μᾶλλον ἃ τοὺς λαβόντας, σεπτοὺς ἀποφαίνει καὶ μακαρίους. Ταῦτα δέ εἰσι τὰ θεόσδοτα καὶ πνευματικὰ χαρίσματα δηλονότι· ὧν ἕν ἐστι καὶ ἐξαίρετον, ἡ πίστις, ἤτοι τὸ βεβηκὸς εἰς πίστιν τὴν ἐπί γε τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ· ἣν δὴ καὶ ὁ Παῦλος οἶδεν οὖσαν κεφάλαιον τῶν ἐν ἡμῖν ἀγαθῶν· ἔφη γοῦν, ὅτι «Χωρὶς πίστεως, ἀδύνατον εὐαρεστῆσαί ποτε.» Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι. Ἄθρει δὴ οὗν τοὺς ἁγίους ἀποστόλους, τῶν ἀρχαιοτέρων ἁγίων ζηλωτὰς γεγονότας· τί γὰρ αἰτοῦσι παρὰ Χριστοῦ; «Πρόσθες ἡμῖν πίστιν.» Οὐκ αἰτοῦσι πίστιν ἁπλῶς, ἵνα μὴ ἀπίστους νομίσῃς αὐτοὺς, προσθήκην δὲ μᾶλλον πίστεως αἰτοῦσι παρὰ Χριστοῦ, τουτέστι τὴν εἰς τοῦτο βεβαίωσιν· τῆς γὰρ πίστεως, ἡ μέν ἐστιν ἐφ' ἡμῖν, ἡ δὲ κατὰ τὴν θείαν δίδοται χάριν. Ἐφ' ἡμῖν μὲν γάρ ἐστι, τὸ προκατάρξεσθαι, καὶ τὴν εἰς αὐτὸν ὅλῃ δυνάμει ἔχειν πεποίθησίν τε καὶ πίστιν· θείας δὲ χάριτος, ἡ εἰς τοῦτο βεβαίωσις καὶ ἰσχύς. Διὸ καὶ ἐπείπερ πάντα Θεῷ δυνατὰ, πάντα φησὶν ὁ Κύριος δύναται τῷ πιστεύοντι· Θεοῦ γὰρ ἡ δύναμις, ἡ διὰ τῆς πίστεως ἡμῖν παραγινομένη. Τοῦτο εἰδὼς καὶ ὁ μακάριος Παῦλος, ἐν τῇ πρὸς Κορινθίους πρώτῃ φησίν· «ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας· ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα· ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι.» Ὁρᾷς ὡς ἐν τῷ καταλόγῳ τῶν πνευματικῶν χαρισμάτων ἔθηκε καὶ τὴν πίστιν; Ταύτην παρεκάλουν λαβεῖν παρὰ τοῦ Σωτῆρος οἱ μαθηταὶ, τὴν παρ' ἑαυτῶν εἰσαγαγόντες, ἣν καὶ δέδωκεν αὐτοῖς μετὰ τὴν τῆς οἰκονομίας ἐκπλήρωσιν, διὰ τῆς ἐπιφοιτήσεως τοῦ ἁγίου Πνεύματος· πρὸ γὰρ τῆς ἀναστάσεως οὕτω ἦν ἑδραία ἡ παρ' αὐτοῖς πίστις, ὡς καὶ ὀλιγοπιστίας αὐτοὺς ἐγκλήμασιν ὑποφέρεσθαι. Ἀμέλει συνέπλει ποτὲ τοῖς ἁγίοις ἀποστόλοις ὁ τῶν ὅλων Σωτὴρ τὴν Τιβεριάδα λίμνην ἤτοι θάλασσαν, καὶ εἰσεδέχετο μὲν αὐτὸς οἰκονομικῶς τὸν

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
