Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.833
Not analysed yet
ὕπνον· πνεύματος δὲ λαύρου διακυκῶντος τὸ ῥόθιον, καὶ σκληρὸν κατὰ τοῦ σκάφους ἐγείροντος κῦμα, τεθορύβηνται λίαν· ὥστε καὶ ἀφυπνίσαι τὸν Κύριον, λέγοντες· «Ἐπιστάτα, σῶσον ἡμᾶς, ἀπολλύμεθα.» Ὁ διεγερθεὶς, φησὶν, ἐπετίμησε τῷ κλύδωνι, καὶ τὴν τοῦ χειμῶνος ἀγριότητα μετέστησεν εἰς εὐδίαν. Ἐπῃτιᾶτο δὲ λίαν τοὺς ἁγίους ἀποστόλους, λέγων· «Ποῦ ἡ πίστις ὑμῶν;» Οὐ γὰρ ἔδει θορυβεῖσθαι κατά τι γοῦν ὅλως, συνόντος αὐτοῖς τοῦ πάντων Δεσπότου, ὃν πάντα τὰ ἔργα τρέμει καὶ σείεται· εἰ δὲ χρή τι καὶ ἕτερον παρενεγκεῖν τῷ πρώτῳ προσεοικὸς, ἐρῶ δὴ πάλιν. Ἐκέλευσε τοῖς ἁγίοις ἀποστόλοις εἰσβῆναι μὲν εἰς τὸ σκάφος, προάγειν δὲ αὐτὸν εἰς τὸ πέραν τῆς λίμνης· οἱ δὲ ἀμελητὶ τοῦτο δεδράκασι. Ἐληλακότες δὲ σταδίους ὡσεὶ τριάκοντα, φησὶν, ὁρῶσι τὸν Ἰησοῦν περιπατοῦντα ἐν τῇ θαλάσσῃ, καὶ γεγόνασι περιδεεῖς, φάσμα τι νομίσαντες εἶναι τὸ ὁρώμενον. Εἶτα προσπεφώνηκεν αὐτοῖς λέγων· «Ἐγώ εἰμι, μὴ φοβεῖσθε.» Ἔφη δὲ ὁ Πέτρος· «Εἰ σὺ εἶ, κέλευσόν με εἰσελθεῖν πρὸς σὲ ἐπὶ τοῦ ὕδατος.» Ὁ δὲ εἶπεν· «Ἐλθέ.» Καὶ καταπηδήσας τοῦ σκάφους, ἤρξατο τοῦ βαδίζειν· ὡς δὲ εἶδε, φησὶ, τὸν ἄνεμον καὶ τὸ κῦμα, ἐφοβήθη· ἀρξάμενος δὲ βαπτίζεσθαι, ἐφώνησε· «Κύριε, βοήθει μοι.» Ὁ δὲ σέσωκε μὲν κινδυνεύοντα, ᾐτιᾶτο δὲ πάλιν λέγων· «Ὀλιγόπιστε, εἰς τί ἐδίστασας;» Ὅτι δὲ κατὰ τὸν τοῦ πάθους καιρὸν, τῆς τῶν στρατιωτῶν σπείρας, καὶ τῶν ἀνοσίων ὑπηρετῶν ἐλθόντων συλλαβέσθαι τὸν Ἰησοῦν, πάντες ἀφέντες αὐτὸν ἔφυγον, ἠρνήσατο δὲ καὶ ὁ Πέτρος παιδίσκης μιᾶς θορυβούσης αὐτὸν, οὐκ ἀσυμφανές. Εἶδες ὀλιγοπίστους ἔτι τοὺς μαθητάς· θαύμασον αὐτοὺς προσθήκην λαβόντας πίστεως παρὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. «Παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, περιμένειν δὲ τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἄχρις ἂν ἐνδύσωνται δύναμιν ἐξ ὕψους.» Ἐπειδὴ δὲ γλωσσῶν ἐν εἴδει πυρίνων καταπεφοίτηκεν ἐπ' αὐτοὺς ἡ ἐξ ὕψους δύναμις, τουτέστιν ἡ διὰ τοῦ ἁγίου Πνεύματος χάρις, τότε δὴ, τότε γεγόνασιν εὔτολμοι καὶ νεανικοὶ καὶ τῷ πνεύματι ζέοντες· ὥστε καὶ θανάτου καταφρονεῖν, καὶ μηδὲν ἡγεῖσθαι τὰ ἐπιόντα δεινὰ παρὰ τῶν ἀπίστων, καὶ σημείων δὲ τηνικαῦτα γεγόνασιν ἀποτελεσταί. Ὅτι δὲ μέγα καὶ ἐξαίρετον τὸ ἀραρὸς ἐν πίστει, διαδείκνυσι λέγων ὁ Κύριος· «Εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως,» τουτέστι θερμήν τε καὶ ζέουσαν (C f. 143 b), «ἐλέγετε ἂν τῇ συκαμίνῳ, Ἐκριζώθητι ἐν τῇ θαλάσσῃ, καὶ ὑπήκουσεν ἂν ὑμῖν·» ὁ γὰρ ἐπὶ Χριστῷ πεποιθὼς, οὐκ ἰδίᾳ δυνάμει θαῤῥεῖ, ἀπονέμει δὲ μᾶλλον τὸ πάντα δύνασθαι κατορθοῦν αὐτῷ. Ἔστιν οὖν ὁμολογουμένως παρ' αὐτοῦ τελείωσις ἁπάντων ἐν ψυχαῖς ἀγαθῶν· δεῖ δὲ ὅμως ἑαυτοὺς παρασκευάσαι, δεκτικοὺς γίνεσθαι τῆς τοιαύτης χάριτος· εἰ γὰρ τὸ πεπηγὸς αὐτῷ, καὶ κατὰ γῆς ἐῤῥιζωμένον μετακινεῖ ἡ τῆς πίστεως δύναμις, καθ' ὅλου φαίη τις ἂν, μηδὲν ἀκίνητον εἶναι οὕτως ὃ μὴ σαλεύσειεν ἡ πίστις, εἰ μετακινήσεως αὐτοῦ δεηθείη.