# Commentarii in Lucam (in catenis) 72.836

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.836

Ἐσείετο οὖν ἡ γῆ τῶν ἀποστόλων εὐχομένων, ὡς αἱ τῶν ἀποστόλων Πράξεις ἱστορήκασι. Δῆλον ὡς καὶ τοὐναντίον ἵστησι πίστις τὰ σαλευόμενα, οἷον καὶ ποταμίου ῥεύματος ὀξυτάτην φορὰν, καὶ δρόμον ἄπαυστον τῶν ἐν οὐρανῷ κινουμένων φωστήρων.— (B f. 162 b) Ἐκείνῳ μέντοι προσεκτέον ἀσφαλῶς, ὡς οὐ κενὴν ἔκπληξιν, οὐδὲ μάταιον θαῦμα κινεῖ ὁ Θεὸς, ἀλλὰ πόῤῥω ταῦτα τῆς θείας οὐσίας, τῆς ἀτύφου καὶ ἀκομπάστου καὶ πάντως ἀληθινῆς, πρὸς ὠφέλειαν δὲ πάντως καὶ σωτηρίαν τῶν ἀνθρώπων. Ταῦτα δὲ λέγω πρὸς τὸ μηδένα ζητεῖν περὶ τῆς θείας δυνάμεως ἀνωφελεῖς εἰ τύχῃ κινήσεις στοιχείων, ἢ μεταθέσεις ὀρῶν ἢ φυτῶν· μηδὲ ἀσεβεῖν, ὡς τοῦ λόγου ψευδοῦς ὄντος εἰ μὴ ταῦτα οὕτως γένοιτο· μηδ' αὖ περὶ τὴν πίστιν ἀσθένειαν νομίζειν εἰ μὴ ταῦτα ἰσχύει· ἀλλ' ἔστω τὸ χρήσιμον τὸ πρὸς ὠφέλειαν ἀληθινὴν, καὶ ἡ δύναμις οὐκ ἀπολείψεται. Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα; (A f. 231 b, C f. 143 b) Ἐν τοῖς ἤδη παρῳχηκόσι πολὺς αὐτῷ καὶ μακρὸς συμπεπέρασται λόγος, τὰς τῆς εὐδοκιμήσεως καταδεικνύντι τρίβους, καὶ τῆς ἀνεπιπλήκτου ζωῆς ἐμφανίζοντι τὰ αὐχήματα· ἵνα δι' αὐτῶν ἐρχόμενοι, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων ἐπὶ πολλῇ προθυμίᾳ βαδίζοντες, εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως καταντήσωμεν. Ἀλλ' ἐπειδὴ πέφυκέ πως ἀεὶ ὁ ἀνθρώπινος νοῦς καταφέρεσθαι εἰς φιλοδοξίαν, καὶ τὴν εἰς τοῦτο ῥοπὴν ἑτοιμότατα νοσεῖν· ἀφορμὴ δὲ τοῦ πάθους αὐτῷ γίνεται πολλάκις τὸ ἐπί τισι τῶν ἀρίστων ἀνδραγαθημάτων εὐδοκιμῆσαι παρὰ Θεῷ· παγχάλεπον δὲ τοῦτο καὶ Θεῷ κατεστυγημένον· καταφέρει γὰρ εἰς τοῦτο γνώμης ἔσθ' ὅτε τινὰς ὁ ἀρχέκακος δράκων, ὡς οἴεσθαι τάχα που, καὶ ὀφείλειν αὐτοῖς τὸν Θεὸν τὰς ἀνωτάτω τιμὰς, ὅταν εὐκλεᾶ καὶ εὐδόκιμον ἔχωσι τὴν ζωήν· ἵνα τῶν τοιούτων ἡμᾶς ἀπαλλάξῃ παθῶν, ὡς ἐν τάξει παραδείγματος τῶν προκειμένων ἀναγνωσμάτων τὴν δύναμιν ποιεῖται. Διδάσκει γὰρ διὰ τούτων, ὅτι τῆς δεσποτικῆς ἐξουσίας ἡ δύναμις, ὡς ὄφλημα πανταχοῦ παρὰ τῶν οἰκετῶν ζητεῖ τὴν ὑποταγήν. Οὐ γὰρ χάριν, φησὶν, ὁμολογήσει ὁ δεσπότης τῷ οἰκέτῃ, κἂν εἰ γένοιτο παρ' αὐτοῦ πᾶν ὅπερ ἔδει γενέσθαι, κατά γε τὸ τῆς δουλείας πρέπον. Ἐνταῦθά μοι βλέπε καὶ εἰς φιλεργίαν ἀκονωμένους τοὺς μαθητὰς, ἤγουν ἅπαντας τοὺς ὑπὸ σκῆπτρα κειμένους τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ οὐχ ὡς χάριν νέμοντας αὐτῷ τὴν δουλείαν, ἀλλ' ὡς ὄφλημα κατατιθέντας τὸ πρέπον οἰκέταις, τὴν ὑποταγήν· ἀναιρεῖται δὲ διὰ τούτου, καὶ τῆς ἐπαράτου φιλοδοξίας ἡ νόσος· εἰ γὰρ ὀφειλόμενα ποιεῖς, τί μέγα φρονεῖς; οὐχ ὁρῶν ὡς μὴ πληρώσαντι μὲν τὸ ὀφειλόμενον, κίνδυνος· πληροῦντι δὲ, χάρις οὐδεμία. Ὅπερ καλῶς συνεὶς καὶ μεμαθηκὼς ὁ θαυμάσιος οἰκέτης Παῦλος· «Ἐὰν εὐαγγελίζωμαι, φησὶν, οὐκ ἔστι μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται. Οὐαὶ δέ μοι, ἐὰν μὴ εὐαγγελίζωμαι.» Καὶ πάλιν· «Ὀφει-

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
