# Commentarii in Lucam (in catenis) 72.845

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.845

καὶ λαβὼν εἰς παράδειγμα, φησί· «Μνημονεύετε τῆς γυναικὸς Λώτ·» ἐξελθοῦσα γὰρ ἀπὸ Σοδόμων, εἶθ' ὑπονοστήσασα, στήλη [cod. ὑπονοστήλη] γέγονεν ἁλὸς, τουτέστιν ἀπεμωράνθη καὶ ἀπελιθώθη. Δεῖ δὴ οὖν ἀντέχεσθαι νεανικῶς τοῦ προτεθέντος σκοποῦ. Ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν. (A f. 235, C f. 144 b, D f. 58 b) Πῶς ἀπόλλυσί τις ἑαυτοῦ ψυχὴν, ἵνα αὐτὴν διασώσῃ, ἢ κατὰ τίνα τρόπον ὁ διασῶσαι νομίσας, ἀπόλλυσιν αὐτὴν, σαφηνιεῖ λέγων ὁ Παῦλος, περὶ μὲν τῶν ἁγίων· «Οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.» Οἱ γὰρ ὄντως γεγονότες γνήσιοι τῷ ἡμῶν Σωτῆρι Χριστῷ, τὴν ἑαυτῶν σταυροῦσι σάρκα, τουτέστι θανατοῦσι· πόνοις δηλονότι καὶ τοῖς εἰς εὐσέβειαν ὁμιλοῦντες ἀγῶσι, καὶ κατανεκροῦντες αὐτῆς τὸ φρόνημα. Γέγραπται γάρ· «Νεκρώσατε τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν.» Ὅσοι οὖν τούτων ἕνεκα νεκροῦνται, οὗτοι σεσώκασι τὴν ἑαυτῶν ψυχήν· οἵ γε μὴν τὸν φιλήδονον ἀγαπῶντες βίον, τάχα που τὴν ἑαυτῶν οἴονται κτᾶσθαι ψυχήν· ἀπολλύουσι δὲ πάντως αὐτήν. «Ὁ γὰρ σπείρων, φησὶν, εἰς τὴν σάρκα, ἐκ τῆς σαρκὸς θερίσει φθοράν.» Ἀπολέσας δέ τις καὶ ἑτέρως τὴν ἑαυτοῦ ψυχὴν, διασώσει πάντως αὐτήν· τοῦτο πεπράχασιν οἱ μακάριοι μάρτυρες, τοὺς μέχρι ψυχῆς καὶ αἵματος διενεγκόντες ἀγῶνας, καὶ τῆς εἰς Χριστὸν ἀγάπης τὸ γνήσιον, οἷά τινα στέφανον, ταῖς ἑαυτῶν ἀνάψαντες κεφαλαῖς. Οἵ γε μὴν ἐξ ἀνάνδρου ψυχῆς καὶ γνώμης ἀρνησάμενοι τὴν πίστιν, καὶ τὸν παραυτίκα τῆς σαρκὸς διαφυγόντες θάνατον, οὗτοι φονευταὶ τῆς ἑαυτῶν γεγόνασι ψυχῆς· κατοιχήσονται γὰρ εἰς ᾅδου, τῆς κακανδρίας ὑφέξονται δίκας. Ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς· ὁ εἷς παραληφθήσεται, καὶ ὁ ἕτερος ἀφεθήσεται. (A f. 235 b, B f. 166 b, C f. 144 b, D f. 58 b) Νύκτα γε μὴν ὀνομάζει τὸν τῆς κρίσεως καιρὸν, διά τοι, καθάπερ ἡγοῦμαι, τὸ ἀσυμφανὲς καὶ ἀπροσδόκητον τῆς αὐτοῦ παρουσίας. Διὰ δὲ τῶν δύο τῶν ἐπὶ κλίνης ὄντων μιᾶς, ἔοικεν ὑπαινίττεσθαι τοὺς ἐν ἀναπαύσει καὶ πλούτῳ, καὶ ἰσομοιροῦντας ἀλλήλοις, κατά γε, φημὶ, τὸ ἐν εὐπαθείαις εἶναι κοσμικαῖς· κλίνη γὰρ, ἀναπαύσεως σύμβολον. Ἀλλ' εἶς ἐξ αὐτῶν, φησὶ, παραληφθήσεται, καὶ εἷς ἀφίεται· πῶς ἢ τίνα τρόπον; οὐ γὰρ πάντες οἱ ἐν πλούτῳ καὶ ἀναπαύσει γεγονότες τῇ κατὰ τόνδε τὸν βίον, πονηροὶ γεγόνασι καὶ ἀμείλικτοι. Τί γάρ; Εἰ πλούσιος μὲν ἔστι τις, χρηστὸς δὲ καὶ φιλοικτείρμων καὶ τὴν πίστιν ὀρθὸς, οὗτος παραλαμβάνεται· ὅ γε μὴν ἕτερος, ὡς μὴ γεγονὼς τοιοῦτος, ἀφεθήσεται. Διὰ δὲ τῶν ἀληθουσῶν, ἔοικε τοὺς ἐν πτωχείᾳ καὶ πόνοις ὄντας ὑποδηλοῦν· ἀλλὰ καὶ ἐπ' αὐτῶν δὴ τούτων, φησὶ, πολλή τίς ἐστι διαφορά· οἱ μὲν γὰρ τὸ τῆς πτωχείας φορτίον γενναίως φέροντες, σωφρόνως τε καὶ ἐπιεικῶς βιοῦντες, οὗτοι παραληφθήσονται, δίκαιοι δηλονότι τυγχάνοντες· οἱ δὲ μὴ τοιοῦτοι, δεινοὶ δὲ μᾶλλον πρὸς

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
