# Commentarii in Lucam (in catenis) 72.852

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.852

Πλὴν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν, ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς; (A f. 256, B f. 168, C f. 145, D f. 59) Οὐκ ἠγνόησε τοῦτο. Πόθεν; Θεὸς γάρ ἐστιν ὁ πάντα εἰδώς. Ὑπεμφαίνει δὲ ὅτι ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν, καὶ ἀποδραμοῦνταί τινες ἐν ἐσχάτοις καιροῖς τῆς ὀρθῆς καὶ ἀδιαβλήτου πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ ψευδηγορίαις ἀνθρώπων κεκαυτηριασμένων νοῦν· καθ' ὧν ὡς οἰκέται γνήσιοι τῷ Θεῷ πρόσιμεν, ἀπράκτους αὐτῶν παρακαλοῦντες ἀποφανθῆναι τὰς πονηρίας, καὶ τὰ κατὰ τῆς αὐτοῦ δόξης ἐπιχειρήματα. Ἀδικοῦσι δὲ τοὺς Θεῷ δουλεύοντας καὶ ἕτεροί τινες, καθ' ὧν ἀνέγκλητος ἡ παρ' ἡμῶν ἔσται πρόσοδος, ἡ διά γε τῆς προσευχῆς. Τίνες δὲ οὗτοι πάλιν; Αἱ πονηραὶ καὶ ἀντικείμεναι δυνάμεις, καὶ ὁ πάντων ἀντίδικος Σατανᾶς, ὁ τοῖς εὖ βιοῦν ἐθέλουσιν, ἀγρίως ἀντανιστάμενος, ὁ τοῖς φαυλότητος βόθροις ἐνιεὶς τοὺς νυστάζοντας, ὁ πάσης ἡμῖν ἁμαρτίας ἐμφυτεύων σπέρματα· ἔγκειται γὰρ οὐ φορητῶς μετὰ τῶν ἰδίων ὑπασπιστῶν· καὶ ἐπ' αὐτῷ δὴ τούτῳ καταβεβόηκεν αὐτοῦ ὁ Ψαλμῳδὸς, λέγων· «Ἕως πότε ἐπιτίθεσθε ἐπ' ἄνθρωπον; φονεύετε πάντες ὑμεῖς, ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ; Ὥσπερ γὰρ τοῖχος ἤδη τὸ κλίνεσθαι παθὼν, καὶ φραγμὸς ὠσθεὶς, ἤγουν ἀνατραπεὶς, πίπτουσιν ἑτοίμως ὠθοῦντός τινος· οὕτως ὁ ἀνθρώπινος νοῦς, πλείστην ἐξ ἑαυτοῦ ἔχων τὴν ῥοπὴν εἰς φιληδονίας κοσμικὰς, πίπτει πρὸς αὐτὰς ἑτοίμως, ἕλκοντός τινος καὶ κατερεθίζοντος· ἔργον δὲ τοῦτο τῷ Σατανᾷ. Οὐκοῦν περὶ τούτων ἐροῦμεν ἐν προσευχαῖς πρὸς τὸν διασῶσαι δυνάμενον· «Ἐκδίκησόν μου ἐκ τοῦ ἀντιδίκου μου.» Ὃ δὴ καὶ πέπραχεν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος γενόμενος ἄνθρωπος· ἐκβέβληκε γὰρ τῆς καθ' ἡμῶν τυραννίδος τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, ἐξείλετο δὲ καὶ σέσωκε, καὶ τοῖς τῆς ἑαυτοῦ βασιλείας ὑπήγαγε ζυγοῖς. Καὶ γὰρ ἐξ ὑμῶν τινες ὡς οἰκέται γνήσιοι ἐν ἑδραιότητι πίστεως διατηρηθήσονται παρὰ Θεοῦ ἐπὶ γῆς ὄντες· καλὴ τοίνυν ἡ ἔντευξις ἡ διὰ συχνῆς προσευχῆς· προσδέξεται γὰρ ἡμῶν τὰς λιτὰς, πληρώσει τε τὰ αἰτήματα Χριστός. Εἰ γὰρ τὸν κριτὴν τῆς ἀδικίας, τὸν καὶ πρὸς Θεὸν καὶ πρὸς ἀνθρώπους ἀπαναιδευσάμενον, καὶ πάσης κακίας πεπληρωμένον, ἡ τῆς χήρας προσεδρεία καὶ καρτερία ἐμάλαξε, πόσῳ μᾶλλον ἡμεῖς τὸν Πατέρα τοῦ ἐλέους εἰς οἶκτον ἑλκύσομεν, κἂν μακροθυμῇ πρὸς τὸ παρόν; Ἐπειράθησαν δέ τινες περιεργότερον τὴν παραβολὴν ταύτην ἑρμηνεῦσαι, χήραν μὲν τὴν ἀποβαλοῦσαν τὸν διάβολον, ψυχὴν λέγοντες· ἀντίδικον δὲ αὐτῆς, αὐτὸν καθ' οὗ καὶ πρόσεισι τῷ Θεῷ τῷ κριτῇ τῆς ἀδικίας, τουτέστι, τῷ κατακρίνοντι τὴν ἀδικίαν, ὃς οὐκ ἔχει Θεὸν ὃν φοβηθήσεται, οὐδὲ πρόσωπον ἀνθρώπου λαμβάνει, ὃς καὶ τὴν προσεδρεύουσαν αὐτῷ ψυχὴν οἰκτείρει· ἀλλὰ ταῦτα μὲν τολμηρῶς καὶ φαύλως τινὲς ἐξελάβοντο· ὁ μέν τοι Κύριος, ὅτι ἐν τῷ καιρῷ τῆς συντελείας πρὸς τοὺς τότε κινδύνους τῇ προσευχῇ συντόνως χρηστέον, ἐπιφέρει, ὅτι «Ἆρα ἐλθὼν εὑρήσει τὴν πίστιν;» ἐν σχήματι

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
