# Commentarii in Lucam (in catenis) 72.872

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.872

δουλείας φέρουσι τὸ καύχημα. Οὐκοῦν ὡς οἰκέται γνήσιοι τὸν Δεσποτικὸν ἐθαῤῥήθησαν πλοῦτον, ἵνα τι προσεργασάμενοι, τοὺς τῇ γνησιότητι πρέποντας ἐπαίνους κερδάνωσι. Ἀλλ' οἱ πολῖται αὐτοῦ, φησὶν, ἐμίσουν αὐτόν· τοῦτο τοῖς Ἰουδαίοις ὠνείδισεν ὁ Χριστός· «Εἰ μὴ τὰ ἔργα ἐποίησα ἐν αὐτοῖς, ἃ οὐδεὶς ἄλλος ἐποίησεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν Πατέρα μου.» Αὐτοὶ οὐκ ἠθέλησαν αὐτὸν ἐπ' αὐτοὺς βασιλεῦσαι· καίτοι Ζαχαρίου τοῦ προφήτου βοῶντος· «Χαῖρε σφόδρα, θύγατερ Σιών· ὅτι ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων.» Καὶ Ἡσαΐας δὲ ὁμοίως. «Ἰδοὺ δὴ, φησὶ, βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσι.» Ναὶ μὴν καὶ αὐτὸς ἔφη που Χριστὸς διὰ τῆς τοῦ Ψάλλοντος λύρας· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ, ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ.» Ἠρνήσαντο τοίνυν τὴν βασιλείαν αὐτοῦ, φάσκοντες Πιλάτῳ· «Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα.» Ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν. (A f. 256) Ὑποστρέψαντος τοίνυν μετὰ τὸ λαβεῖν τὴν βασιλείαν τοῦ ἀνθρώπου τοῦ εὐγενοῦς, δῆλον δὲ ὅτι τοῦ Χριστοῦ, ἐπαίνων τεύξονται, καὶ ταῖς ἀνωτάτω τιμαῖς ἐντρυφήσουσιν οἱ τοῦ λόγου διάκονοι. Δεκαπλασιάσαντες γὰρ, ἤγουν πενταπλασιάσαντες τὸ τάλαντον διὰ τοῦ κερδᾶναι πολλοὺς, ἐπάνω δέκα πόλεων ἢ πέντε γενήσονται· τουτέστιν ἄρξουσι πάλιν, οὐχ ὧν ἦρξαν πρὸ τούτου μόνον, ἀλλὰ καὶ ἑτέρων ἔτι πολλῶν. [A f. 257, B f. 175 b] Διανέμει καὶ νῦν ὁ Σωτὴρ τάλαντα τοῖς ἰδίοις οἰκέταις, κατά γε τὴν ἐν Εὐαγγελίοις παραβολήν. Οὐκοῦν ἁπλώσατε τὰς καρδίας, καὶ ὑποδέξασθε χαίροντες· δόκιμοι γένεσθε τραπεζῖται· ἐμπορεύσασθε τὸ δοθὲν, ἐπιστημόνως· πολυπλασιάσατε ταῖς ἐπιεικείαις. Μέγα καὶ ἁγιοπρεπὲς τὸ καύχημα, καὶ τοὺς τῆς γνησιότητος ἐπαίνους προξενεῖ. Καὶ τί τοῦτο λέγω, τὸ ἔτι μεῖζον ἀφείς; Οὐρανοῦ πολίτην ἐργάζεται, εἰς βασιλείαν ἀναφέρει, αὐτῷ συνδοξάζεσθαι ποιεῖ τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ. Ἴδωμεν δὲ τοῦτο, καὶ ἐξ αὐτῶν τῶν εὐαγγελικῶν γραμμάτων. Ὁ τὰ πέντε τάλαντα λαβὼν παρὰ τοῦ οἰκοδεσπότου, προσεργασάμενος δὲ καὶ ἕτερα πέντε, τί προσέρχεται λέγων; «Κύριε, πέντε τάλαντά μοι ἔδωκας, ἴδε ἐποίησα ἄλλα πέντε.» Ὁρᾷς ὅσον ἐστὶ τῆς φιλοπονίας τὸ καύχημα; Καὶ τί πρὸς αὐτὸν ἔφη Χριστός; «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.» Τί τούτου τὸ μεῖζον εἰς δύναμιν; τί τὸ αἱρετώτερον εἰς εὐημερίαν; Ἔπαινοι παρὰ Χριστοῦ, καὶ ψῆφος Δεσποτικὴ στεφανοῦσα τὸν φιλεργήσαντα, πιστὸν ὀνομάζει τὸν καρποφορήσαντα νοητῶς. Μὴ γὰρ τῷ Δεσπότῃ τὸ κέρδος προσήνεγκε; Μὴ

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
