# Commentarii in Lucam (in catenis) 72.873

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.873

γὰρ χρῄζει τινὸς ἐν τοῖς καθ' ἑαυτόν; Αὐτός ἐστι τὸ πάντων πλήρωμα, καὶ ὡς ὁ πάνσοφος Ἰωάννης φησὶν, «Ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἡμεῖς ἐλάβομεν.» Ἀλλ' ὅταν ἡμεῖς ἑαυτοὺς κερδάνωμεν, προσωφελῶμεν δὲ καὶ ἑτέρους, τότε χαίρει Χριστός· πλοῦτον ἡγεῖται τὴν ἡμῶν εὐδοκίμησιν. Καὶ τὸ ἔτι μεῖζον ἐρῶ· τροφὴν ὥσπερ ποιεῖται τὸ πρᾶγμα· ὅτι δέ ἐστιν ἀληθὲς ὅ φημι, πάλιν ἐκ τῶν εὐαγγελικῶν μαθήσῃ γραμμάτων· νενουθέτηκε μὲν γὰρ τὴν ἐκ Σαμαρείας γυναῖκα· εἶτα λεγούσης ἐκείνης, Ὅτε ἔλθῃ Μεσσίας, ἀπαγγελεῖ ἡμῖν πάντα, ἑαυτὸν ἐμφανῆ κατέστησε, λέγων· «Ἐγώ εἰμι ὁ λαλῶν σοι.» Καὶ τὸ μὲν γύναιον, δρόμῳ συντείνεται, καὶ τὴν Σαμαρειτῶν μεμυσταγώγηκε πόλιν. Εἰδὼς δὲ Χριστὸς ὅτι πολλοὶ πιστεύσουσιν ἐπ' αὐτὸν, τοῖς ἁγίοις ἔφασκε μαθηταῖς· «Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε.» Τρέφει γὰρ ὥσπερ τὴν ἡμερωτάτην φύσιν, τῶν ἀπολωλότων ἡ σωτηρία. Ὁ μὲν οὖν γνήσιος οἰκέτης, (ἀναβήσομαι γὰρ αὖθις ἐπὶ τὸν τοῦ λόγου σκοπὸν), τὸν τῆς ἐπιεικείας ἀνεδήσατο στέφανον· εἰσκεκόμισται γὰρ εἰς τὴν χαρὰν τοῦ ἰδίου δεσπότου. Ὁ δέ γε λαβὼν τὸ [ἓν] τάλαντον, εἶτα γεγονὼς ὀκνηρὸς, προσεργασάμενος δὲ παντελῶς οὐδὲν, κατακρύψας δὲ μᾶλλον εἰς γῆν αὐτὸ, ταῖς ἐσχάταις περιπέπτωκε δίκαις. Φύγωμεν τοίνυν τὴν μίμησιν, ἀποπεμψώμεθα τῆς ἑαυτῶν διανοίας τὸν ἀκερδῆ καὶ ἐπάρατον ὄκνον, τὸν ἐπ' ἀγαθοῖς δηλονότι σπουδάσμασι· μὴ εἰς ἀργίαν, τὴν δοθεῖσαν ἡμῖν παρὰ Χριστοῦ καταχώσωμεν χάριν. Φησί που διὰ φωνῆς Ἡσαΐου ὁ τῶν ὅλων Θεός· «Ἱερεὺς λαλησάτω εἰς τὴν καρδίαν Ἱερουσαλήμ.» Τί δὲ, εἰ ὁ μὲν διδάσκων, τοὺς ὠφελεῖν εἰωθότας ἐξυφαίνοι λόγους τοῖς ἀκροωμένοις, οἱ δὲ οὐκ εἰς νοῦν καὶ καρδίαν ἀποτίθενται τὴν μυσταγωγίαν, ἀλλ' ἐπικροτήσαντες μόνον, καὶ γυμνοῖς ἐπαίνοις ἀμειψάμενοι τὸν μυσταγωγὸν, ἄγευστοι τῶν ἱερῶν ἀπομένουσι διδαγμάτων; Ἆρα ὀκνῆσαι προσήκει τὸν μυσταγωγόν; Εἶτα, ποίους εὑρήσει λόγους ἐπὶ τοῦ θείου βήματος τοὺς ἐπικουροῦντας αὐτῷ, ὅταν αἰτιάσηται τῶν ἀκροωμένων τὸ ῥᾴθυμον, καὶ εὐάφορμον εἴπῃ διὰ τοῦτο τὸν ὄκνον; Κατακριθήσεται γὰρ μᾶλλον, ὡς ἔστιν ἰδεῖν ἐκ τῆς εὐαγγελικῆς παραβολῆς. Ὁ γάρ τοι τὸ τάλαντον λαβὼν παρὰ τοῦ οἰκοδεσπότου, κατέχωσε μὲν εἰς γῆν αὐτὸ, καὶ ἀπολυπλασίαστον ἔχων, προσεκόμιζε λέγων· «Κύριε, ἴδε ἔχεις τὸ σόν.» Ἆρ' οὖν ἐπῄνεται καὶ γερῶν ἠξίωται, ἢ κατεδικάσθη μᾶλλον ὡς ὀκνηρός; «Ἔδει σε γὰρ, φησὶ, καταβαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις· κἀγὼ ἐλθὼν ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ.» Οὐκοῦν ὡς τραπεζίταις ὑμῖν ἐπιστήμοσι τὸ δεσποτικὸν ἀργύριον ἐξοδιάζω ἐγώ· ὑμεῖς δὲ λαβόντες, ἀπόθεσθε εἰς νοῦν τὸ δοθὲν, καὶ εἰς τὸ βάθος τῆς ἑαυτῶν καρδίας κρύψατε· εὖ εἰδότες, ὅτι τὰ εἰς γῆν πεμπόμενα τῶν σπερμάτων, ἐγχωννύμενα μὲν ταῖς βώλοις, καρποφορεῖ· τὰ δὲ ἀκατάχωστα διαρπάζεται. (A f. 257 b) Ἐρεῖ καὶ ὑμῖν ὁ χρήσας τὰ τάλαντα· Εἰ γὰρ αὐστηρός εἰμι, φησὶ, θερίζων ὅπου οὐκ ἔσπειρα, διὰ τί μὴ τὴν δοθεῖσάν σοι χάριν, (τοῦτο γάρ ἐστιν ἡ μνᾶ) δέδωκας τοῖς τραπεζίταις, τουτέστι, προὔθηκας εἰς ἀπόλαυσιν τοῖς εὖ εἰδόσι δοκιμάζειν τὰ παρὰ

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
