# Commentarii in Lucam (in catenis) 72.880

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.880

λει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.» Καὶ γοῦν, ἰδὼν, φησὶ, τὴν πόλιν, ἔκλαυσεν, ἵνα διὰ τούτου μάθωμεν ὅτι λελύπηται· εἴπερ ὅλως χρή τι τοιοῦτον εἰπεῖν περὶ τοῦ πάντων ἐπέκεινα Θεοῦ. Ἀλλ' οὐκ ἂν ἔγνωμεν ἡμεῖς ὅτι κακοὺς ὄντας ἠλέει, εἰ μὴ διὰ πράγματος ἀνθρωπίνου κατέστησεν ἐναργὲς, ὅπερ οὐκ ἦν ἰδεῖν πεπονθότα· δάκρυον γὰρ κατενεχθὲν, λύπης ἐστὶ σημεῖον. Οὕτω δεδάκρυκε καὶ ἐπὶ Λαζάρῳ, ἵνα συνῶμεν ὅτι λελύπηκεν αὐτὸν ἡ ἀνθρώπου φύσις πεσοῦσα πρὸς θάνατον· «Ἔκτισε γὰρ αὐτὸς ἐπὶ ἀφθαρσίᾳ τὰ πάντα· φθόνῳ δὲ διαβόλου, θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον.» Ἀλλ' οὐ γέγονε κρείττων τῶν τοῦ κτίσαντος θελημάτων ὁ τοῦ διαβόλου φθόνος· ἦν δὲ ἀναγκαῖον τῇ παραβάσει τῆς ἐντολῆς ἀκολουθῆσαι δίκην καταφέρουσαν εἰς φθορὰν τὸν ἀτιμάσαντα νόμους ζωῆς. Οὕτω τοιγαροῦν δακρύσαι φαμὲν αὐτὸν καὶ ἐπί γε τῇ Ἱερουσαλήμ· ἤθελε γὰρ, ὡς ἔφην, εὐδοκιμοῦσαν ὁρᾷν, διὰ τοῦ τὴν πρὸς αὐτὸν προσήκασθαι πίστιν, καὶ τὴν πρὸς Θεὸν εἰρήνην ἀσπάσασθαι. Αἰτιᾶται τοίνυν ἐπ' αὐτῷ δὴ τούτῳ Χριστὸς, καί φησιν· «Εἰ ἔγνως τὰ πρὸς εἰρήνην σου καὶ σύ·» τουτέστι, Τὰ χρήσιμά σοι καὶ ἀναγκαῖα πρὸς τὸ εἰρηνεῦσαι πρὸς Θεόν. Ταῦτα δὲ ἦν, ἡ πίστις, ἡ ὑπακοὴ, τὸ ἀπέχεσθαι τῶν τύπων καὶ τῆς ἐν νόμῳ λατρείας· ἀνθελέσθαι δὲ μᾶλλον τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ, δῆλον δὲ ὅτι τὴν διὰ Χριστοῦ. Νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου. (A f. 260 b) Οὐ γὰρ ἦσαν ἄξιοι τοῦ εἰδέναι, ἤγουν συνιέναι, τὰς θεοπνεύστους Γραφὰς, αἳ τὸ Χριστοῦ λαλοῦσι μυστήριον· «Ἄχρι γὰρ σήμερον τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει· ἡνίκα γὰρ ἀναγινώσκεται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται μὴ ἀνακαλυπτόμενον.» ὅτι ἐν Χριστῷ καταργεῖται· αὐτὸς γὰρ ὢν ἡ ἀλήθεια, παύει τὴν σκιάν· ἐπειδὴ δὲ τοῖς τοῦ νόμου τύποις οὐ προσεσχήκασιν, οὐ τεθέανται τὴν ἀλήθειαν· ἀναξίους ἀπέφηναν ἑαυτοὺς τῆς ἐν Χριστῷ σωτηρίας οἱ ἐξ Ἰσραήλ. Ταύτῃ τοι καὶ ὁσίᾳ ψήφῳ Θεοῦ κατεκρύπτοντο· κέκρυπται τοίνυν ἀπὸ τῆς Ἱερουσαλὴμ τὰ τῆς πρὸς Θεὸν εἰρήνης ἐμποιητικὰ, ὧν ἔν ἐστι καὶ πρῶτον ἡ πίστις, δικαιοῦσα τὸν ἀσεβῆ καὶ συνάπτουσα δι' ἁγιασμοῦ καὶ δικαιοσύνης τῷ πανάγνῳ Θεῷ τοὺς ἔχοντας αὐτήν. Ἀνθ' ὧν οὐκ ἔγνως καιρὸν τῆς ἐπισκοπῆς σου. (A f. 261) Ποίας ἐπισκοπῆς; Τῆς διά γε, φημὶ, τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· καὶ φανερὰ ἡ ἔκβασις. Καὶ γὰρ οἱ πιστεύσαντες, τῆς ἁλώσεως ὑπέρτεροι γεγόνασι, γνόντες τὸν ἐλθόντα αὐτοὺς ἐπισκέψασθαι καὶ σῶσαι, καὶ ἀπὸ τῶν Ῥωμαίων εἰρήνην σχόντες· ὥστε εἰ καὶ πᾶσα ἡ πόλις ἔγνω τὰ πρὸς εἰρήνην αὐτῇ συντελοῦντα, οὐδεὶς ἂν ἑάλω. Εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας ἐν αὐτῷ καὶ ἀγοράζοντας. (A f. 261 a b) Ἦν μὲν ἐν τῷ ἱερῷ πληθὺς, ἀργυραμοιβοὶ, καὶ οἱ τὰ θυόμενα κατὰ νόμον ζῶα πω-

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
