# Commentarii in Lucam (in catenis) 72.881

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.881

λοῦντες. Ἀλλ' ἦν ἤδη καιρὸς τοῦ καταλῆξαι τὴν σκιὰν, ἀναλάμψαι δὲ τὴν ἐν Χριστῷ ἀλήθειαν. Διὰ τοῦτο Χριστὸς, ἅτε δὴ μετὰ τοῦ ἰδίου Πατρὸς ἐν τῷ παρ' αὐτοῖς νεῷ τιμώμενος, συστέλλεσθαι τὰ ἐν νόμῳ προστέταχεν, οἶκον δὲ προσευχῆς ἀναδείκνυσθαι τὸν ναόν. Τὸ γὰρ ἐπιπλήττειν καὶ ἀποσοβεῖν τῶν ἱερῶν περιβόλων τοὺς τὰ εἰς θυσίαν χρήσιμα διαπιπράσκοντας, τοῦτο πάντως ἐστὶ, καὶ ἕτερον οὐδέν. —(A f. 261 b, B f. 180 b) Ὁ μὲν τῶν ὅλων Σωτὴρ καὶ Κύριος χρησίμως τοῦτο ποιεῖ, ἐμφανῆ καθιστὰς τοῖς Ἰουδαίοις τὴν ἑαυτοῦ δόξαν, ἵνα πιστεύσωσιν, ὅτι Υἱός ἐστι τοῦ Θεοῦ· ὡς γὰρ ἐξουσίαν ἔχων τοῦ ναοῦ, ἐπεμελεῖτο αὐτοῦ· καὶ δὴ καὶ ὠνόμαζε Πατέρα ἴδιον τὸν Θεόν· ὡς γὰρ ἄλλος φησὶν εὐαγγελιστὴς, τοῖς ἐμπόροις ἔφη· «Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου.» Καὶ πάλιν· «Γέγραπται· Ὁ οἶκός μου, οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον λῃστῶν.» Διὰ δὲ τοῦ ἐκβάλλειν τὰ πρὸς τὴν θυσίαν ἐπιτήδεια ζῶα, δείκνυσιν ὅτι καιρὸς λοιπὸν παύσασθαι τὴν νομικὴν λατρείαν, καὶ τὴν σκιὰν καταλῆξαι τῇ τῆς ἀληθείας παρουσίᾳ. Τὸ δὲ καὶ φραγέλλιον ἐκ σχοινίων ποιῆσαι, καὶ ἀπειλῆσαι πληγὰς ἐπανατείνειν αὐτοῖς, δηλοῖ ὅτι οἱ τὴν νομικὴν τιμῶντες λατρείαν, μετὰ τὴν τῆς ἀληθείας ἀνάδειξιν, ἅτε πνεῦμα δουλείας ἔχοντες, καὶ τὸ ἐλευθεροῦσθαι παραιτούμενοι, ὑπὸ μάστιγας ἔσονται δουλοπρεπεῖς. Ὅρα τὴν καταφρόνησιν αὐτῶν· ἐν τῷ ναῷ γὰρ ἐκαπήλευον, καὶ οἱ μὲν ἐπώλουν τὰ πρὸς θυσίαν ἐπιτήδεια τοῖς χρῄζουσι, πρόβατα λέγω, καὶ βόας, καὶ περιστερὰς, ὡς ὁ Ἰωάννης ἐδήλωσε, καὶ εἴ τι τοιοῦτον· οἱ δὲ ἠγόραζον. Κολλυβισταὶ δέ εἰσιν οἱ τραπεζῖται· κόλλυβος γὰρ ὁ ὀβολὸς, καὶ κολλυβίζω λέγεται τὸ καταλλάσσω (ὡς ἡ συνήθεια καταλλάσσει τὰ ὀνόματα) [baec sunt in marg. cod. B]. Εἰσῆλθεν οὖν ὁ Χριστὸς εἰς τὸ ἱερὸν μετὰ παῤῥησίας ὡς Δεσπότης, καὶ τὴν ἐκβολὴν τῶν ῥηθέντων ἐποιήσατο, τήν τε κατὰ πάντων ἐξουσίαν ὡς Θεὸς, ἣν εἶχε, παραγυμνῶν, καὶ τῇ ἀναμαρτησίᾳ τεθαῤῥηκὼς, καὶ τοῦτο δὲ προδηλῶν τὴν ἐκβολὴν τῶν δι' αἵματος θυσιῶν, ἅμα δὲ καὶ παιδεύων ἡμᾶς ὑπὲρ τῆς Ἐκκλησίας παῤῥησιάζεσθαι.—(A f. 261 b) Ἔδει δὴ οὖν προσκυνῆσαι μᾶλλον αὐτῷ ὡς Θεῷ· οἱ δὲ τοῦτο μὲν οὐ πεπράχασιν· ἐζήτουν δὲ αὐτὸν ἀπολέσαι, ἀλλ' οὐχ εὕρισκον· ὁ γὰρ λαὸς ἐξεκρέματο αὐτοῦ ἀκούων, φορτικωτέραν τοῖς Γραμματεῦσι καὶ Φαρισαίοις καὶ ἅπασι τοῖς ἡγουμένοις τῶν Ἰουδαίων ἀποφαίνων τὴν κόλασιν, μήτε προσιεμένοις τὴν πίστιν, ἀλλὰ καὶ τοῖς ἑτέροις ἐπισκήπτουσιν. ΚΕΦΑΛ. Κʹ. Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, (A f. 261 b, C f. 148 b, D f. 65 b) Ὁ νόμος, φη-

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
