# Commentarii in Lucam (in catenis) 72.884

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.884

σὶν, ὁ διὰ Μωϋσέως μόνους ἐκέλευσε τῶν ἱερῶν ἅπτεσθαι σπουδασμάτων, τοὺς ἐξ αἵματος Λευΐ· αὐτοὶ διατάττουσι τὰ ἐν τῷ θείῳ ναῷ, αὐτοῖς δέδοται τὸ μυσταγωγεῖν, καὶ ἡ τῶν ἱερῶν περιβόλων ἐξουσία. Σὺ δὲ πῶς ἐξ ἑτέρας ὑπάρχων φυλῆς, (γέγονας γὰρ ἐξ Ἰούδα.) τὰς ἡμῖν ἐκνεμηθείσας ἁρπάζεις τιμάς, —(A f. 262) Τίς σοι δέδωκε τὴν ἐξουσίαν ταύτην; Ἀλλ' εἰ τὰς θεοπνεύστους ᾔδεις Γραφὰς, ὦ ἀσύνετε Φαρισαῖε, ἐμνήσθης ἂν λέγοντος τοῦ μακαρίου προφήτου Δαβὶδ πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν· «Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν τοῦ Μελχισεδέκ.» Φράζε δὴ οὖν, τίς ἐκ τῶν Γραμματέων ἢ Φαρισαίων λελειτούργηκε τῷ Θεῷ κατὰ τὴν τάξιν Μελχισεδὲκ, ὃς ηὐλόγηκέ τε καὶ δεδεκάτωκε τὸν Ἀβραάμ; Ὡς δὲ ὁ πάνσοφος γράφει Παῦλος, «Χωρὶς πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.» Οὐκοῦν ἡ ῥίζα καὶ ἡ ἀπαρχὴ τῆς γενέσεως τῶν ἐξ Ἰσραὴλ, τουτέστιν, ὁ προπάτωρ Ἀβραὰμ, ὑπὸ τῆς τοῦ Μελχισεδὲκ ἱερωσύνης ηὐλόγηται. Τύπος δὲ ἦν ὁ Μελχισεδὲκ, καὶ ἡ κατ' αὐτὸν ἱερωσύνη, τοῦ πάντων Σωτῆρος Χριστοῦ, ὃς γέγονεν ἡμῖν ἀρχιερεὺς καὶ ἀπόστολος, προσάγων τῷ Θεῷ καὶ Πατρὶ τοὺς πεπιστευκότας εἰς αὐτὸν, διὰ [τὴς] ὑπὲρ νόμον λατρείας τελειῶν εἰς ἁγιασμόν. Τί τοίνυν ἀσχάλλεις, Φαρισαῖε, τῶν ἱερῶν περιβόλων ἐκπεμπομένων, ὅσα ταῖς κατὰ νόμον θυσίαις ἦν χρήσιμα, καλοῦντος εἰς τὴν ἐπέκεινα τύπων ζωὴν, καὶ εἰς ἀληθῆ δικαίωσιν, τὴν διὰ πίστεως δηλονότι τῆς εἰς Χριστὸν, καὶ παρατιθέντος τῆς εὐαγγελικῆς πολιτείας τὴν ὁδόν; Ἐγκαλεῖς, εἰπέ μοι, τῷ νομοθέτῃ τοῦ νόμου τὴν λύσιν, καὶ ὅτι μὴ ταῖς ἰδίαις ἠκολούθησεν ἐντολαῖς; Ἀλλὰ νόμου παντὸς ἐπέκεινα Θεός· ὁ γὰρ τοὺς νόμους οὐχ ἑαυτῷ μᾶλλον ἀλλ' ἡμῖν ὁρισάμενος, μεθίστησι κατὰ καιροὺς ἐφ' ὅπερ ἂν βούλοιτο τὰ διατεταγμένα, ἀναφέρων εἰς βελτίονα. Ἦν οὖν καιρὸς τοῦ παύσασθαι τὰ ἐν τύποις, ἀναδειχθῆναι δὲ τὰ κρείττονα. Καὶ γοῦν ἔφη που Θεὸς διὰ φωνῆς. Ἡσαΐου· «Καὶ ἀφανισθήσεται νόμιμα λαοῦ μου·» Ἤργησε γὰρ τῆς νέας ἐντολῆς ἀναδεδειγμένης, ἣν δι' ἑαυτοῦ λελάληκεν ἡμῖν ὁ Υἱός.—(A f. 262, B f. 181 b) Κατὰ ταῦτα καὶ τούτοις ἐρωτῶσιν, «Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς;» ἀνθυπήνεγκεν ὁ Σωτὴρ τὰ περὶ τοῦ βαπτίσματος Ἰωάννου. Οἱ δὲ φεύγουσι τὴν ἀλήθειαν, καὶ δυσσεβοῦντες οὐ καταπεφρίκασιν. Ὁ μὲν γὰρ Θεὸς καὶ Πατὴρ προαπέστειλε τὸν μακάριον Βαπτιστὴν διακεκραγότα· «Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν.» Περὶ οὗ φησι καὶ ὁ σοφώτατος εὐαγγελιστής· «Οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.» Μεμαρτύρηκε δὲ λέγων, ὅτι «Οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ·» καὶ ὅτι «Αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.» Ἀξιόχρεως μὲν οὖν εἰς μαρτυρίαν τὴν ἐπὶ Χριστῷ, μέγας ὢν, ὁ μακάριος Βαπτιστής. Ἐπειδὴ

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
