# Commentarii in Lucam (in catenis) 72.885

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.885

δὲ ἔθος ἦν τοῖς Ἰουδαίοις διαβάλλειν τοὺς προφήτας, ὡς οὐκ ἀπεσταλμένους παρὰ Θεοῦ, ἤρετο Χριστὸς, ὁποίαν περὶ τοῦ Βαπτιστοῦ τὴν δόξαν ἐσχήκασιν. Οἱ δὲ δεδίασι μὲν εἰπεῖν τὸ ἀληθὲς, ἵνα μὴ ἀκούσωσι· Διὰ τί μὴ ἐπιστεύσατε αὐτῷ; Φεύγουσι δὲ τὸ κατηγορεῖν τοῦ Προδρόμου, δεδιότες οὐ Θεὸν, ἀλλὰ τοὺς ὄχλους. Ἐπεὶ δὲ μὴ εἰδέναι ὁπόθεν εἴη τὸ βάπτισμα Ἰωάννου προσεποιοῦντο, καὶ ἐκακούργουν, εἰκότως οὐδὲν αὐτοῖς ἀποκρίνεται. Ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα, κ.τ.λ. (A f. 262, B f. 182, C f. 149, D f. 66) Ὅλην εὑρήσει τις τὴν ἐπί γε τοῖς υἱοῖς Ἰσραὴλ ἱστορίαν ἐν τούτοις, ὡς ἐν βραχέσι συνενηγμένην. Ἀμπελὼν γὰρ, ὁ Ἰσραὴλ, ὡς ὁ Ψαλμῳδός φησιν· «Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη, καὶ κατεφύτευσας αὐτήν.» Καὶ ὁ Ἡσαΐας· «Ἀμπελὼν ἐγενήθη, φησὶ, τῷ ἠγαπημένῳ.» Τοῦτον τὸν ἀμπελῶνα φυτεύσας ἐν τῇ γῇ τῆς ἐπαγγελίας ὁ Θεὸς καὶ Πατὴρ (τοῦτον γὰρ ἄνθρωπον νῦν λέγει διὰ τὸ φιλάνθρωπον καὶ τὸ τῆς παραβολῆς ἔθος), ἀπεδήμησε χρόνους ἱκανούς· καίτοι πληροῖ τὰ πάντα, ἀπολιμπάνεται δὲ τῶν ὄντων οὐδενός· πῶς οὖν ἀπεδήμησε; Μετὰ τὸ ὀφθῆναι ἐν εἴδει πυρὸς καταβεβηκὼς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, καὶ τὴν ἄῤῥητον μορφὴν ἐμφανῆ δεῖξαι αὐτοῖς, οὐκέτι τὴν αὐτοῦ παρουσίαν ὀφθαλμοφανῆ δέδωκεν αὐτοῖς, ἀλλ' ὡς κατά γε τὸν τύπον τῶν ἀνθρωπίνων πραγμάτων, ἔοικέ πως ἀποδημίᾳ μακρᾷ τὸ γεγενημένον. Πλὴν ὁρᾶται πεφροντικὼς τοῦ χωρίου, καὶ εἰς νοῦν ἔχειν αὐτό· οὐδεὶς γὰρ γέγονε διὰ μέσου καιρὸς, καθ' ὃν οὐκ ἀπεστέλλοντο παρὰ τοῦ Θεοῦ προφῆται καὶ δίκαιοι νουθετοῦντες· ἀλλ' ᾗ φησιν Ἱερεμίας· «Ἰδοὺ τὸ ῥῆμα Κυρίου ἐγενήθη αὐτοῖς εἰς ὀνειδισμόν· οὐ μὴ βουληθῶσιν αὐτοῦ ἀκοῦσαι.» Γεγόνασιν ἀπειθεῖς, καὶ ἀτιμάσαντες τοὺς ἀπεσταλμένους, ἐξαπέστειλαν κενούς. Διαλογίζεται δὲ καθ' ἑαυτὸν ὁ τοῦ ἀμπελῶνος δεσπότης, λέγων· «Τί ποιήσω;» Οὐχ ὡς ἑτέρων ἀπορήσας οἰκετῶν, τὸ, «Τί ποιήσω;» φησίν· οὐ γὰρ ἂν ἐπέλειψαν αὐτῷ τῶν ἁγίων αὐτοῦ θελημάτων οἱ ὑπουργοί· ἀλλ' ὡς πάσης ἰατρικῆς μεθόδου γεγενημένης, ὠφεληθέντος γε μὴν ἐκείνου μηδέν. Εἶτά φησι τὸ ἐντεῦθεν· «Πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἐντραπήσονται.» Οἱ δὲ ἐπαγωνίζονται τοῖς μιάσμασιν, ἀεὶ τὰ πρότερα τοῖς δευτέροις ἀποκρύπτοντες· ὃ καὶ αὐτὸς δηλῶν ἔλεγε· «Πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν.» Ἄνωθεν γὰρ αὐτοῖς ταῦτα ἐνεκάλουν οἱ προφῆται, λέγοντες· «Αἱ χεῖρες ὑμῶν, αἵματος πλήρεις.» Καί· «Αἵματα ἐφ' αἵμασι μίσγουσι.» Καί· «Οἰκοδομοῦντες Σιὼν ἐν αἵμασιν.» Ἀλλ' οὐκ ἐσωφρονίζοντο, καίτοι ταύτην πρώτην λαβόντες τὴν ἐντολὴν, τὸ, «Οὐ φονεύσεις·» καὶ διὰ πολλῶν καὶ παντοδαπῶν, εἰς τὴν φυλακὴν τῆς ἐντολῆς ταύτης ἐναγόμενοι. Ἀλλ' ὅμως τὴν πονηρὰν ἐκείνην οὐκ ἀπέθεντο συνήθειαν· ἀλλὰ μετὰ τοὺς προφήτας, καὶ τὸν φύσει Υἱὸν ἀπεκτόνασιν.—(A f. 262 b) Ἐκβέβληνται τοίνυν οἱ τῶν Ἰουδαίων ἡγούμενοι, ὡς καὶ Δεσποτικοῖς θελήμασιν ἀντενηγμένοι, καὶ ἄκαρπον ἀποφήναντες τὸν ἐγχειρισθέντα αὐτοῖς

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
