Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.888
Not analysed yet
ἀμπελῶνα. Ἐκδέδοται δὲ τὸ χωρίον τοῖς τῆς καινῆς διαθήκης ἱερουργοῖς. Οἱ δὲ Γραμματεῖς καὶ Φαρισαῖοι ἀκούσαντες, ἔφησαν· Μὴ γένοιτο. Ἐντεῦθεν ἔστιν ἰδεῖν, ὅτι συνιέντες τῶν αἰνιγμάτων τὸ βάθος, ἀποσείονται τὸ παθεῖν, καὶ δεδοίκασι τὸ ἐσόμενον· ἀλλ' οὐκ ἔξω γεγόνασι αὐτοῦ, διὰ τὸ ἀκάθεκτον εἰς παρακοὴν, καὶ τὸ μὴ ἀνέχεσθαι πιστεῦσαι Χριστῷ. Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, κ. τ. λ. (A f. 264, B f. 183 b, C f. 149 b) Λίθον ἑαυτὸν καλεῖ καὶ οἰκοδόμους τοὺς τῶν Ἰουδαίων διδασκάλους. Καὶ Ἰεζεκιήλ φησιν. «Οἰκοδομοῦντες τὸν τοῖχον, καὶ ἀλείφοντες ἀναρτύτως.» Ἀπεδοκιμάσθη δὲ καίτοι λίθος ὢν ἐκλεκτὸς ὁ Σωτὴρ παρὰ τῶν ὀφειλόντων ὠφελεῖν διὰ πάσης ὠφελείας, δηλονότι τῆς τῶν Ἰουδαίων συναγωγῆς· ἀλλὰ γέγονεν εἰς ὁμοψυχίαν τε καὶ ὁμοπιστίαν τῶν δύο λαῶν, φημὶ δὲ τοῦ Ἰσραήλ τε καὶ τοῦ ἐξ ἐθνῶν· ἔκτισε γὰρ ὁ Σωτὴρ τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι πρὸς τὸν Πατέρα. Ἔοικε τοίνυν τὸ χρῆμα γωνίᾳ δύο τοίχους συναπτούσῃ. Ταύτην τεθαύμακε τὴν γωνίαν, ἤτοι τῶν δύο λαῶν τὴν εἰς ταυτότητα σύνοδον, ὁ μακάριος Δαβὶδ λέγων· «Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη,» ἡ γωνία δηλονότι, «καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.» Οὐκοῦν σωτήριος μὲν ὁ λίθος τῇ γωνίᾳ τῇ παρ' αὐτοῦ γεγενημένῃ, συντριβὴ δὲ καὶ ὄλεθρος τοῖς ἔξωθεν μεμενηκόσι τῆς νοητῆς ταύτης καὶ πνευματικῆς συνδρομῆς· σκανδαλισθέντες γὰρ ἐπὶ Χριστῷ, καὶ προσπταίσαντες αὐτῷ τῶν Ἰουδαίων οἱ δῆμοι συνετρίβησαν. Οὐ γὰρ ἤθελον ἀκοῦσαι τῆς Ἡσαΐου φωνῆς λεγούσης· «Κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σοι φόβος, καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσετε αὐτῷ, οὐδὲ πέτρας πτώματι.» Λίθος μὲν οὖν προσκόμματος τοῖς ἀπίστοις ἐθνικοῖς ὁ Χριστὸς, πέτρα δὲ σκανδάλου τοῖς Ἰουδαίοις, τοῖς δὲ πιστοῖς ἡμῖν λίθος τοῦ θεμελίου, τῆς Ἐκκλησίας πᾶσαν τὴν κρηπῖδα συνέχων· καὶ πέτρα διὰ τὸ στεῤῥὸν καὶ ἄπτωτον τῆς ὁμολογίας, ᾗ προσαραττόμεναι αἱ τρικυμίαι τῶν αἱρέσεων εἰς ἀφρὸν διαλύονται. Ὁ μέντοι Ματθαῖος καὶ τὸ λειπόμενον τῆς προφητείας εἰπὼν, τὸ, «Παρὰ Κυρίου ἐγένετο αὕτη,» καὶ τὰ ἑξῆς· εἶτα εἰπών· «Διὰ τοῦτο λέγω ὑμῖν, ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς·» τότε ἐπήγαγεν· «Καὶ ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται,» καὶ τὰ ἑξῆς. Ἔστι τοίνυν τὰ μὲν τοῦ Ματθαίου, ἀκρίβεια ἀπαγγελίας· τὰ δὲ τοῦ Λουκᾶ, συντομία· καὶ παρὰ πᾶσι δὲ τοῖς εὐαγγελισταῖς εὑρίσκομεν τὴν τοιαύτην οἰκονομίαν, ἑκάστου αὐτῶν ποτὲ μὲν ἀκριβῶς, ποτὲ δὲ συντόμως ἀπαγγέλλοντος. Ἐζήτησαν οἱ ἀρχιερεῖς καὶ οἱ Γραμματεῖς ἐπιβαλεῖν ἐπ' αὐτὸν τὰς χεῖρας. (A f. 264, C f. 149 b) Ἐξεκαύθη πάλιν εἰς ἀχα-