# Commentarii in Lucam (in catenis) 72.889

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.889

λίνους ὀργὰς τὸ τῶν Φαρισαίων ἐργαστήριον, καὶ ἀποκτεῖναι βούλονται τὸν ἐπὶ λύσει θανάτου γενόμενον ἄνθρωπον· ἀλλὰ διέκοψεν αὐτῶν τὸ ἀνόσιον ἐγχείρημα ὁ τοῦ λαοῦ φόβος· οὐ γὰρ τῆς εἰς Θεὸν εὐσεβείας ἦν αὐτοῖς ὁ λόγος· οὐδὲ γέγονεν αὐτοῖς χαλινὸς ἡ διὰ Μωϋσέως ἐντολὴ λέγουσα· «Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς·» προτιμῶσι δὲ μᾶλλον τῆς εἰς Θεὸν αἰδοῦς τὸν ἀνθρώπινον φόβον. Ποία δὲ αὐτοῖς ἐστιν ἡ αἰτία καὶ τῆς μανίας ἡ πρόφασις; Ἔγνωσαν, φησὶν, ὅτι πρὸς αὐτοὺς εἶπε τὴν παραβολὴν ταύτην. Καίτοι πῶς οὐ μᾶλλον ἐχρῆν μεμαθηκότας τὸ ἐσόμενον, ἔξω φέρεσθαι τοῦ κακοῦ, καὶ τῇ πίστει τιμῆσαι τὸν δικαιοῦντα τὸν ἀσεβῆ, καὶ ἀμνησικάκῳ χάριτι διασώζοντα τοὺς ταῖς ἁμαρτίαις ἐνισχημένους; Ἀλλ' οὐδὲν τῶν τοιούτων ὑπολογισάμενοι, συκοφαντίας τῆς κατ' αὐτοῦ συλλέγουσιν ἀφορμάς. Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους, ὑποκρινομένους ἑαυτοὺς δικαίους, κ.τ.λ. (A f. 264, C f. 149 b, D f. 67) Καθῆκάν τινας ἐπιεικείας δόκησιν ἔχοντας, πονηροὺς δὲ ὄντας τὸν τρόπον· ἐπιλαθόμενοι τοῦ εἰπόντος Θεοῦ· «Τίς οὗτος ὁ κρύπτων με βουλὴν, συνέχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ οἴεται κρύπτειν;» ὡς ἀνθρώπῳ προσιόντες κοινῷ τῷ πάντων Σωτῆρι Χριστῷ· ἀλλ' ἦν ἄμεινον ἐννοεῖν, ὅτι γέγονε μὲν ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς Θεὸς ὢν ὁ Λόγος· ἀπὸ δέ γε τῆς ὑπὲρ λόγον θεοσημείας καὶ ἀπὸ δόξης τῆς θεοπρεποῦς, οὐκ ἄνθρωπος ὢν μόνον διεδείκνυτο, ἀλλὰ καὶ Θεός. Τί δὲ δή φασιν; Καὶ ἐπηρώτησαν αὐτὸν, λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις, κ.τ.λ. (A f. 264 b, C f. 149 b) Ἤθελε μὲν γὰρ ὁ Θεὸς, ἀνθρωπίνης δυναστείας ἐλεύθερον εἶναι τὸν Ἰσραήλ· ἐπειδὴ δὲ τοὺς θείους πεπατήκασι νόμους, γεγόνασιν ὑπὸ χεῖρα Ῥωμαίων, οἳ καὶ δασμοὺς ἐπέθηκαν αὐτοῖς. Ἐζήτουν τοίνυν παραδοῦναι αὐτὸν τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος· προσεδόκησαν γὰρ ὅτι πάντη καὶ πάντως ἀκούσονται λέγοντος· Οὐκ ἔξεστι φόρους δοῦναι Καίσαρι. Τί οὖν φησιν πρὸς αὐτοὺς ὁ τὰς καρδίας εἰδὼς τῶν ἀνθρώπων; Κατανοήσας αὐτῶν τὴν πανουργίαν, «Ἐπιδείξατέ μοι δηνάριον,» ἔφη. Ἐπιδειχθέντος δὲ, πάλιν ἤρετο· «Τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν;» Οἱ δὲ, «Καίσαρος,» φασίν. Καὶ τί πρὸς ταῦτα Χριστός; «Ἀπόδοτε τὰ Καίσαρος, Καίσαρι· καὶ τὰ τοῦ Θεοῦ, τῷ Θεῷ.» Χρημάτων μὲν γὰρ δασμοὺς ὑποῤῥίπτουσι τοῖς ὑπεζευγμένοις οἱ τὴν κατ' αὐτῶν λαχόντες ἀρχήν· οὐκ ἀπαιτεῖ δὲ παρ' ἡμῶν ὁ Θεὸς δηνάριον, ἀλλὰ πίστιν καὶ ἀγάπην, καὶ τὴν ἐξ ἔργων ἀγαθῶν εὐοσμίαν. Οὐκοῦν τεθαυμάκασι μὲν τὴν ἀπολογίαν, καὶ τοῦτο ἐπὶ παντὸς τοῦ λαοῦ, ἐφ' οὗ καὶ ἠρώτων· ὡς μείζονα γενέσθαι τὴν ἁμαρτίαν. Οἱ δὲ καὶ τούτων εἰς λήθην ἐνηνεγμένοι, Πιλάτῳ προσῆγον τὸν Ἰησοῦν φάσκοντες· «Τοῦτον εὕρομεν διαστρέφοντα τὸν λαὸν, καὶ κωλύοντα φόρους διδόναι Καίσαρι.» Καὶ ὅμως θαυμάσαντες τὴν ἀπολογίαν, ἀπῆλθον κατῃσχυμμένοι.

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
