Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.892
Not analysed yet
Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, κ. τ. λ. (A f. 265, C f. 130) Ὁποία τις ἡ τῶν Σαδδουκαίων αἵρεσις, διεσάφησεν ἐν ταῖς Πράξεσιν, ὡδὶ γεγραφώς· «Σαδδουκαῖοι μὲν γὰρ λέγουσι μὴ εἶναι ἀνάστασιν, μήτε ἄγγελον, μήτε πνεῦμα· Φαρισαῖοι δὲ ὁμολογοῦσι καὶ ἀμφότερα.» Προσίασι τοίνυν τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ, ὅς ἐστι ζωὴ καὶ ἀνάστασις, καὶ ἀναιρεῖν πειρῶνται τὴν ἀνάστασιν· ὑβρισταὶ δὲ ὄντες καὶ ἄπιστοι, πλάττουσί τι μεστὸν ἀμαθίας. Ἴδωμεν δὲ ἅπερ ἔφη Χριστὸς, διελέγχων αὐτοὺς, διαγελᾶν τὴν ἀνάστασιν πειρωμένους τῷ πλάσματι τῶν ἐπτὰ ἀδελφῶν ἐπὶ μιᾶς γαμετῆς τεθνεώτων. Οἱ μὲν γὰρ υἱοὶ, φησὶ, τοῦ αἰῶνος τούτου, τουτέστιν, οἱ τὸν κοσμικὸν καὶ ἐνσώματον διαζῶντες βίον, τεκνογονίας ἕνεκα γαμοῦσιν· οἵ γε μὴν τὴν εὐκλεᾶ καὶ ἀγαθῶν μεστὴν κατορθώσαντες ζωὴν, εἶτα καταξιωθέντες τυχεῖν τῆς ἐντίμου ἀναστάσεως, ἄνω που πάντως ἔσονται τῆς ἐν τῷδε τῷ κόσμῳ ζωῆς· διαβιώσονται γὰρ ὡς ἂν ἁγίοις πρέποι, καὶ ἐγγὺς ἤδη γεγόνασι Θεοῦ· ἰσάγγελοι γάρ εἰσι καὶ υἱοὶ Θεοῦ, τὴν ἁγίοις πρέπουσαν πνεύμασι τελοῦντες λατρείαν· καὶ ὥσπερ τὸ ἀγγελικὸν πλῆθος πολὺ μέν ἐστιν, οὐ μὴν ἐκ γενέσεως αὐξηθὲν, ἀλλ' ἐκ δημιουργίας ὑπάρχον, οὕτω καὶ οἱ ἀνιστάμενοι· καὶ οὐ χρεία ἔτι γάμου· ἐπεὶ κἀνταῦθα μετὰ τὸ ἀποβαλεῖν τὸν Ἀδὰμ διὰ τὴν ἁμαρτίαν τῆς ἀθανασίας τὴν χάριν, διὰ τῆς παιδοποιίας φυλάττεται τῷ γένει τὸ διάδοχον, ἥτις βοήθεια παρὰ τοῦ πάντα προεγνωκότος Θεοῦ προκαταβέβλητο ἤδη καὶ ἀπ' ἀρχῆς. Ποιήσας γὰρ ἄνθρωπον, ἄρσεν καὶ θῆλυ ἐποίησεν. Οὐκοῦν ἐσόμεθα μὲν ἑαυτῶν ἀμείνους, ἀποβαλόμενοι τὴν φθορὰν, καὶ πνευματικὸν ἔχοντες τὸ σῶμα, τουτέστιν εἰς μόνα βλέπον τὰ τοῦ πνεύματος· καὶ νοῦς δὲ ὁ καταβιβάζων εἰς φαυλότητα οὐδεὶς ἔσται τηνικαῦτα· συνέχοντος ἡμᾶς εἰς τὸ ἑαυτοῦ θέλημα τοῦ Δημιουργοῦ, διὰ τοῦ ἁγίου Πνεύματος. καθάπερ ἀμέλει καὶ τοὺς ἁγίους ἀγγέλους. Ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ, καὶ Μωϋσῆς ἐμήνυσεν, κ. τ. λ. (A f. 265, C f. 150) Παρήγαγε γὰρ αὐτοῖς καὶ Μωϋσέα εὖ εἰδότα τῶν νεκρῶν τὴν ἀνάστασιν· ἐν γὰρ τῇ βάτῳ, φησὶν, εἰσκεκόμικε λέγοντα Θεόν· «Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, Ἰσαὰκ καὶ Ἰακώβ.» Τίνων δὲ Θεὸς, εἰ μὴ ζήσονται κατ' ἐκείνους; Ἀλλ' ἔστι ζώντων Θεός· οὐκοῦν πάντη τε καὶ πάντως ἀναβιώσονται, τῆς πανσθενεστάτης δεξιᾶς ἀποφερούσης εἰς τοῦτο ἅπαντας τοὺς ἐπὶ τῆς γῆς. Οὐκέτι δὲ ἐτόλμησαν ἐπερωτᾷν αὐτὸν οὐδέν. (A f. 266) Ἀρχὴ συνέσεως ἡ πίστις· «Ἐὰν γὰρ μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συνῆτε.» Σωτήριος δὲ τῶν ἀναγκαίων ἡ ζήτησις· ἔστι μὲν ὁμολογουμένως καὶ υἱὸς καὶ Κύριος τοῦ Δαβὶδ ὁ Ἐμμανουήλ· τίνα δὲ τρόπον αὐτὸ δὴ τοῦτο προσήκει νοεῖν, εἴπερ ἕλοιτό