# Commentarii in Lucam (in catenis) 72.893

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.893

τις ἀναμαθεῖν, βαδιεῖται πάντως εἰς ἀκριβῆ θεωρίαν μυστηρίου τοῦ κατ' αὐτὸν, ὃ σεσίγηται μὲν ἀπὸ καταβολῆς κόσμου, πεφανέρωται δὲ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς. Οἱ μὲν οὖν Φαρισαῖοι σεσιγήκασιν ἐρομένου Χριστοῦ· ἔδρων δὲ τοῦτο δυστρόπως, μᾶλλον δὲ καθ' ἑαυτῶν, ἵνα μὴ ξεομένης τῆς ἐρωτήσεως, ὁ σωτήριος ἐν αὐτοῖς ἀναλάμψῃ λόγος· οὐ γὰρ ἤθελον εἰδέναι τὴν ἀλήθειαν. Καὶ ἡμεῖς δὲ τοῖς νέοις Φαρισαίοις τὴν τοιάνδε πεῦσιν προσοίσομεν, τοῖς μήτε Υἱὸν ἀληθινὸν τοῦ Θεοῦ καὶ Πατρὸς, μήτε Θεὸν εἶναι λέγουσι τὸν ἐκ τῆς ἁγίας Παρθένου γεγενημένον· μερίζουσι δὲ τὸν ἕνα Υἱὸν εἰς υἱοὺς δύο. Τίνα δὴ τρόπον ὁ υἱὸς τοῦ Δαβὶδ Κύριος αὐτοῦ ἐστι, καὶ οὐκ ἀνθρωπίνῃ κυριότητι μᾶλλον, ἀλλὰ θεικῇ; Τὸ γὰρ ὅλως ἐκ δεξιῶν αὐτὸν καθίσαι τοῦ Πατρὸς, τὴν ἄνω δόξαν αὐτῷ προσμαρτυρεῖ· τὰ γὰρ ὁμόθρονα καὶ ἰσότιμα, καὶ ἐν ταυτότητι νοεῖται φυσικῇ· ἡ δὲ κάθισις ἐπὶ Θεοῦ σημήνειεν ἂν οὐχ ἕτερον, πλὴν ὅτι τὴν βασιλείαν, καὶ τὴν τῶν πάντων ἐξουσίαν κάθηται δὲ ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ Πατρὸς πάντως, κατά γε τὸν ἀπλανῆ τοῦ Σωτῆρος λόγον, ὅτι Θεὸς ὢν ὁ Λόγος, καὶ ἐξ αὐτῆς ἀναφὺς τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἐν μορφῇ καὶ ἰσότητι πρὸς αὐτὸν ὑπάρχων, γέγονε σὰρξ, τουτέστι τέλειος ἄνθρωπος, οὐκ ἐκβεβηκὼς τῶν θείων ἀξιωμάτων, μεμενηκὼς δὲ μᾶλλον, ἐν οἷς ἦν ἀεὶ, καὶ Θεὸς ὑπάρχων, κἂν εἰ γέγονε σὰρξ ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς. Κύριος τοίνυν ἐστὶ τοῦ Δαβὶδ κατά γε τὸ πρέπον τῇ θεϊκῇ φύσει τε καὶ δόξῃ καὶ ἐξουσίᾳ, υἱὸς δὲ αὐτοῦ κατὰ σάρκα. Ἔδει τοὺς τῶν Ἰουδαίων καθηγητὰς, καίτοι μεγάλην αἴροντας τὴν ὀφρὺν ἐπὶ τῇ τῶν θείων εἰδήσει νόμων, τὰς τῶν ἁγίων προφητῶν μὴ ἀγνοῆσαι φωνάς. Ἡσαΐας γάρ φησιν· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ, Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός.» Μεθ' ἡμῶν δὲ γέγονε Θεὸς ὢν ὁ Λόγος, τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθὼν, ἵνα σώσῃ τὴν ὑπ' οὐρανόν· ἀλλ' οὐδεὶς ἦν, ὡς ἔφην, τοῖς Ἰουδαίων καθηγηταῖς, ἀληθείας ὁ λόγος· ὁποία δέ τις γέγονεν αὐτοῖς ἡ πρόφασις εἴπερ τις ἕλοιτο μαθεῖν, ἀκούσεται πρὸς ἡμῶν· ὅτι τὸ μὴ ἐθέλειν ἀποφοιτᾷν τῆς συντρόφου φιλοδοξίας, μήτε μὴν τῆς ἐπαράτου φιλοκερδείας. Προσέχετε ἀπὸ τῶν Γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς, κ.τ.λ. (A f. 266 b) Τῶν Γραμματέων ἀῤῥωστήματα ἦσαν τὸ φιλόκομπον καὶ τὸ φιλοκερδές. Ἵνα τοίνυν τῶν οὕτως αἰσχρῶν αἰτιαμάτων ἔξω που γένηται τῶν ἁγίων μαθητῶν ὁ χορὸς, παρεγγυᾷ χρησίμως, λέγων· Μὴ ἀνάσχησθε τοῖς ἴσοις ἁλῶναι κακοῖς, μηδὲ τῆς ἐκείνων ἀφιλοθεΐας γένησθε κοινωνοί. Ποῖον γὰρ ἦν τὸ ἔθος αὐτοῖς; Τὸ βαδίζειν ἐν ἀγοραῖς εὖ μὲν περιεσταλμένους, κατασύροντας δὲ βαθεῖαν ὀφρὺν, τὸ τοὺς παρὰ τῶν ὁρώντων ἐπαίνους ζητεῖν, τὸ ἐπίπλαστον ἔχειν τὸ ἦθος, τὸ βαττολογεῖν ἐν προσευχαῖς.

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
