Ancient Greek · ~11 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.896
Not analysed yet
ΚΕΦΑΛ. ΚΑʹ. Ἀναβλέψας δὲ εἶδε τοὺς βάλλοντας τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον πλουσίους. (B f. 187 b, C f. 150 b) Ἔφη που ὁ Σωτήρ· «Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.» Τούτους ἐποπτεύει προσφέροντας τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον· ἀλλ' ὡς ἐκ πλούτου πολλοῦ, πολλὰ μὲν ἦσαν, ὡς εἰκὸς, τὰ παρ' ἑκάστου καρποφορούμενα· ὀλίγα δὲ πάλιν καὶ τῆς τῶν προκομιζόντων ἀνάξια χειρός. Εἶτα μετ' ἐκείνους γύναιον πτωχείᾳ δεινῇ κατηχθισμένον εἰσέθει, ἐξ ἐράνου μόλις καὶ δὴ σὺν ἱδρῶτι συλλέγον εὐτελεστάτην καὶ ἀποχρῶσαν ἡμέρᾳ διατροφήν· εἶτα δύο προσῆγεν ὀβολοὺς, ὥσπερ ἀποκτωμένη τὸν βίον. Ὢ παραδόξου θαύματος. ἡ τὸν παρ' ἑτέρου ἔλεον ζητοῦσα διηνεκῶς, αὐτὴ δανείζει Θεῷ, καρποφόρον αὐτῷ καὶ αὐτὴν ἀποφαίνουσα τὴν πτωχείαν. Νικᾷ τοιγαροῦν τοὺς ἄλλους, καὶ δικαίᾳ ψήφῳ στεφανοῦται παρὰ Θεοῦ. Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασι κεκόσμηται, κ. τ. λ. (C f. 151, D f. 69) Ἐπεδείκνυον τινες τῷ Χριστῷ τὰς ἐν τῷ ναῷ μεγαλουργίας, καὶ τὸν τῶν ἀναθημάτων κόσμον· ὠήθησαν γὰρ ὅτι θαυμάσει σὺν αὐτοῖς τὰ ὁρώμενα, καίτοι Θεὸς ὢν καὶ θρόνον ἔχων τὸν οὐρανόν. Ὁ δὲ ἀφίησι μὲν τὸν περὶ αὐτῶν λόγον, προμεμήνυκε δὲ ὅτι ἐκ βάθρων πεσεῖται κατὰ καιροὺς, κατακομιζούσης εἰς τοῦτο αὐτὸν τῆς Ῥωμαίων στρατιᾶς, καὶ ἅπασαν Ἱερουσαλὴμ τὰς τῆς κυριοκτονίας δίκας ἐξαιτούσης τὸν Ἰσραήλ· μετὰ γάρ τοι τὸν τοῦ Σωτῆρος σταυρὸν, ταῦτα συνέβη παθεῖν αὐτούς. —(A f. 268 b) Οὐ συνίεσαν δὲ οἱ μαθηταὶ τῶν εἰρημένων τὴν δύναμιν, ἀλλὰ περὶ συντελείας τοῦ αἰῶνος εἰρῆσθαι νομίσαντες, ἤροντο πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ γίνεσθαι. Τί οὖν ὁ Χριστός; Ἔπεται τῷ σκοπῷ τῶν προσαγόντων τὴν πεῦσιν, καὶ ἀφίησι μὲν τέως τοὺς περὶ τῆς ἁλώσεως τῶν Ἰεροσολύμων λόγους· τοὺς δὲ περὶ συντελείας τοῦ παρόντος αἰῶνος ὑφαίνει, καί φησιν ὅτι πρὸ τῆς ἐξ οὐρανῶν αὐτοῦ καθόδου, προδραμοῦνταί τινες ψευδόχριστοι καὶ ψευδοπροφῆται, τὸ αὐτοῦ πρόσωπον ἑαυτοῖς περιπλάττοντες, οἷς οὐ χρὴ πείθεσθαι. Ἠθέλησε μὲν γὰρ ὁ μονογενὴς τοῦ· Θεοῦ Λόγος, ἵνα σώσῃ τὴν ὑπ' οὐρανὸν, καὶ γέννησιν ὑπομεῖναι τὴν κατὰ σάρκα ἐκ γυναικός· ἦν δὲ τὸ χρῆμα αὐτῷ κένωσις καὶ ταπείνωσις· ὡς οὖν ἑαυτὸν καθεὶς εἰς κένωσιν λανθάνειν ἠξίου· καὶ γοῦν ἐπετίμα τοῖς ἀποστόλοις πρὸ τοῦ τιμίου σταυροῦ, ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν· ἐδεῖτο γὰρ τοῦ λαθεῖν τῆς μετὰ σαρκὸς οἰκονομίας ὁ τρόπος, ἵνα καὶ τὸν τίμιον ὑπὲρ ἡμῶν ὑπομείνας σταυρὸν ὡς ἄνθρωπος, καταργήσῃ τὸν θάνατον, καὶ τῆς κατὰ πάντων τυραννίδος ἀποσοβήσῃ τὸν Σατανᾶν. Ἡ δὲ δευτέρα καὶ ἐξ οὐρανοῦ καταφοίτησις, οὐ λεληθότως ἔσται καθὰ καὶ πρὸ τούτου, ἀλλ' ἐπίσημός τε καὶ φόβου μεστή· καταβήσεται γὰρ δορυφορούντων αὐτὸν τῶν ἁγίων ἀγγέλων, καὶ ἐν τῇ δόξῃ τοῦ Θεοῦ καὶ Πατρὸς, ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Οὐκοῦν ὅταν