# Commentarii in Lucam (in catenis) 72.897

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.897

τινὲς ἐγερθῶσι ψευδόχριστοι καὶ ψευδοπροφῆται, μὴ πορευθῆτε ὀπίσω αὐτῶν.—(A f. 269, C f. 151) Ἢ καὶ τέλος τὸ κοινόν φησι; καὶ τὴν παγκόσμιον συντέλειαν. Δίδωσι σημεῖα σαφῆ τε καὶ ἐναργῆ τῆς συντελείας τοῦ κόσμου. Πόλεμοι γὰρ ἔσονται, φησὶν, καὶ καταστασίαι, καὶ λιμοὶ καὶ φόβητρα ἀπ' οὐρανοῦ. Ὡς γὰρ ἕτερός φησι τῶν εὐαγγελιστῶν, πάντα τὰ ἄστρα πεσεῖται, εἰλιχθήσεται ὁ οὐρανὸς ὡς βιβλίον, αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. Διὰ μέσου μέντοι τίθησιν ὁ Σωτὴρ τὰ περὶ τῆς ἁλώσεως τῶν Ἱεροσολύμων, καὶ τὸν λόγον κεράννυσι λέγων· Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ' ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, κ.τ.λ. (C f. 151, D f. 69 b) Πρὸ γὰρ τῶν τῆς συντελείας καιρῶν, ἥλω μὲν ἡ τῶν Ἰουδαίων χώρα, καταδραμούσης αὐτὴν τῆς Ῥωμαίων στρατιᾶς, ἐμπέπρησται δὲ ὁ ναὸς, κατεσείσθη τὰ παρ' αὐτοῖς βασίλεια, πέπαυται τῆς κατὰ νόμον λατρείας ἡ δύναμις. Πρὶν δὲ ταῦτα συμβῆναι, ἐδιώχθησαν παρ' αὐτῶν οἱ μακάριοι μαθηταὶ, δεσμῶται γεγόνασι, ἤχθησαν ἐπ' ἄρχοντας, ἐπέμφθησαν ἐπὶ βασιλέας· ἀπεστάλη γοῦν ὁ Παῦλος εἰς Ῥώμην πρὸς Καίσαρα, καὶ Φήστῳ παρέστη καὶ Ἀγρίππᾳ· πλὴν γέγονεν αὐτοῖς εἰς μαρτύριον, τουτέστιν, εἰς μαρτυρίου δόξαν, τὰ ἐπενηνεγμένα. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾷν ἀπολογηθῆναι. (C f. 151, D f. 69 b) Παρεγγυᾷ, ὅτι Μὴ προμελετᾶτε μέλλοντες ἀπολογεῖσθαι. «Λήψεσθε γὰρ, φησὶ, παρ' ἐμοῦ σοφίαν καὶ γλῶσσαν ἄμαχον καὶ ἀκαταγώνιστον τοῖς ἀντικειμένοις ὑμῖν.» Ἀποκείρων δὲ καὶ τῆς ἀνθρωπίνης μικροψυχίας τὰς ἀφορμὰς, παραδοθήσεσθαί φησιν αὐτοὺς παρὰ τῶν οἰκειοτάτων, πλὴν ὅτι πάντη τε καὶ πάντως σωθήσονται παρ' αὐτοῦ· ἐπάγει γοῦν· «Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ ἀδελφῶν, καὶ φίλων, καὶ τῶν ἐκ γένους.»—(A f. 270, C f. 151) Πλὴν ὅτι πάντη τε καὶ πάντως σωθήσονται παρ' αὐτοῦ. «Θρὶξ γὰρ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐκ ἀπολεῖται,» φησί. Σαφεστέραν δὲ ποιῶν τὴν προαγόρευσιν τῆς ἁλώσεως, ἐπάγει·» Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλὴμ, τότε γνῶτε ὅτι ἤγγικε ἡ ἐρήμωσις αὐτῆς.» Εἶτα μεθίστησι πάλιν τοὺς λόγους ἐπὶ τὸν τῆς συντελείας καιρόν. Γέγραπται ἐν ταῖς πράξεσιν, ὅτι μετὰ τὴν ἀνάστασιν ἐγένετο λιμὸς μέγας ἐπὶ Κλαυδίου Καίσαρος, καὶ σεισμοὶ πολλοὶ ἐγένοντο. Ἃ γὰρ ἑωράκατε ἐπ' ἐμοὶ γινόμενα, προσδοκήσατε καὶ ἐφ' ὑμῖν. Ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν. (B f. 191 b) Ἀρχομένης γὰρ ὥσπερ τῆς κτίσεως ἐναλλάττεσθαι, συνοχή τις ἔσται δεινὴ καὶ ἀπόψυξις εἰς θάνατον· τὸ γὰρ ἐπερχόμενον ἀφόρητον δεῖμα, πολλοῖς ἀρκέσει πρὸς ὄλεθρον. Τότε ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλη. (A f. 272, C f. 151 b, E f. 315) Πῶς δὲ ἐλεύσεται; πῶς ἥξει; Ὡς αὐτὸς ἐδήλωσεν [καὶ] ἀλλαχοῦ λέγων· «Καὶ τότε ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμε-

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
