Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.900
Not analysed yet
νον ἐν νεφέλαις, μετὰ δυνάμεως καὶ δόξης πολλῆς.» Ἐλεύσεται γὰρ οὐκέτι ἐν ὑφέσει, οὐδὲ ἐν μικροπρεπείᾳ τῇ καθ' ἡμᾶς, ἀλλ' ἐν δόξῃ καὶ δυνάμει θεότητος. Κατ' ἀμφοτέρων δὲ ἀκούσῃ τὸ πολλῆς· μετὰ δυνάμεως γὰρ πολλῆς καὶ δόξης πολλῆς τὴν δευτέραν αὑτοῦ ποιήσεται θεοφάνειαν, ἐπεὶ τὴν προτέραν μετὰ ἀσθενείας καὶ ἀτιμίας ἐποιήσατο, ὅσον κατὰ τὸ τοῖς πολλοῖς ὁρώμενον. Διὰ τί δὲ ἐν νεφέλῃ; Ὅτι οὔτως ἀεὶ φαίνεται ὁ Θεός· «Νεφέλη γὰρ καὶ γνόφος κύκλῳ αὐτοῦ.» Καί· «Κύριος κάθηται ἐπὶ νεφέλης κούφης.» Καὶ πάλιν· «Ὁ τιθεὶς νέφος τὴν ἐπίβασιν αὐτοῦ.» Καὶ, «Νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.» Καὶ, «Ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος ἐπὶ τῶν νεφελῶν.» Οὕτω γοῦν αὐτὸν καὶ Δανιὴλ θεωρεῖ· οὕτω καὶ τότε ἐλεύσεται οὐ λεληθότως, ἀλλ' ὡς Θεὸς καὶ Κύριος ἐν δόξῃ θεοπρεπεῖ, καὶ πάντα μεταστήσει πρὸς τὸ ἄμεινον· ἀναβιώσονται γὰρ οἱ νεκροὶ, καὶ ἀποδύσεται τὴν φθορὰν τὸ ἐκ γῆς τοῦτο εὐάλωτον τοῖς πάθεσι σῶμα· ἐνδύσεται δὲ τὴν ἀφθαρσίαν, Χριστοῦ νέμοντος αὐτὴν, καὶ συμμόρφους τῷ σώματι τῆς δόξης αὐτοῦ τοὺς εἰς αὐτὸν πιστεύοντας ἀποφαίνοντος. Διὸ καὶ ἀπολύτρωσιν ἡμῶν αὐτὸς τὸ πρᾶγμα καλεῖ, λέγων· «Ἀρχομένων δὲ τούτων γίνεσθαι, ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.» Ὥσπερ γὰρ εἰ λέγοι τις περὶ ἀνθρώπου, ὅτι παρὰ τοῦ Πατρὸς ἔλαβε τὸ λογικὸς εἶναι, ἐκ λογικοῦ σημαίνει καὶ αὐτὸν λογικὸν γεννηθῆναι· οὕτω καὶ ὁ μονογενὴς ἐκ Θεοῦ Θεὸς, καὶ ἐκ τοῦ κρίνοντος πᾶσαν τὴν γῆν προῆλθε κριτής. Καὶ οὐκ ἐπειδὴ πᾶσαν τὴν κρίσιν δέδωκεν τῷ Υἱῷ ὁ Πατὴρ, αὐτὸς τῆς δεσποτείας ἐψίλωται· ἀχώριστος γὰρ ὁ Μονογενὴς τοῦ Θεοῦ, ὡς τὸ φῶς τοῦ ἡλίου· ἔστι γὰρ ἐν αὐτῷ φυσικῶς· καὶ πάντα ὅσα ἔχει ὁ Πατὴρ, τοῦ Υἱοῦ ἐστι, καὶ ἀνάπαλιν. Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα. (D. f. 71) Εἰπὼν τὴν παραβολὴν τῆς συκῆς, εὐθέως ἐπάγει· «Γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ.» Τὸ δὲ τοιοῦτο διδάσκει, ὅτι οὔπω πρὸς τὸ ἔσχατον τέλος ἥκει τὰ πράγματα, τούτων γινομένων, ἀλλ' ὁδεύει πρὸς τὸ τέλος ἤδη, καθάπερ ἐπὶ τὸν καρπὸν ὁδεύει ἡ συκῆ τοὺς κλάδους ἁπαλυνομένη, καὶ τὰ φύλλα ἐκφύουσα· οὕτω γὰρ δὴ καὶ ἡ τοῦ Κυρίου παρουσία καταργοῦσα πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν, παρασκευάζει τῇ βασιλείᾳ τοῦ Θεοῦ. Εἶτά φησιν· «Ἀμὴν λέγω ὑμῖν, ὅτι οὐ μὴ παρέλθῃ γενεὰ αὕτη, ἕως ἂν πάντα γένηται.» Γενεὰν δέ φησι, οὐ τοὺς τότε ἀνθρώπους, ἀλλὰ τοὺς ὁμοίους τῷ τρόπῳ. Ἐν δὲ τῷ λέγειν, ὅτι ἀδύνατον τοὺς λόγους παρελθεῖν, καὶ τὴν τῶν στοιχείων συντέλειαν προαγορεύει ἤδη. Ἀδύνατον γὰρ, φησὶν, τοὺς λόγους μου παρελθεῖν, καίτοι καὶ τῶν στοιχείων παρερχομένων· ἐγὼ μὲν γὰρ ἀληθεύων, ὅτι ἥξει ἡμέρα, καὶ ταῦτα γενήσεται, καὶ οὐκ ἐγχωρεῖ μὴ γενέσθαι ἃ λέγω· «Προσέχετε δὲ, φησὶν, μὴ βαρηθῶσιν ὑμῶν οἱ τῆς