# Commentarii in Lucam (in catenis) 72.901

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.901

διανοίας ὀφθαλμοί·» μέριμνα γὰρ βιωτικὴ καὶ κραιπάλη καὶ μέθη ἐξορίζει τὴν σύνεσιν, καὶ τὴν εἰς Θεὸν πίστιν καὶ φόβον ἀμαυροῖ. Χρεία οὖν ἀγρυπνίας τοιαύτης καὶ προσοχῆς, ἵνα μὴ αἰφνίδιος ἐπέλθῃ ἡ ἡμέρα ἐκείνη ὥσπερ παγὶς πρὸς ὑμᾶς μηδὲν ὠφεληθέντας ἐκ τοῦ προακηκοέναι. Ἦν δὲ τὰς ἡμέρας ἐν τῷ ἱερῷ διδάσκων. (A f. 275) Τίνα δὲ ἦν ἃ ἐδίδασκεν, ἢ πάντως που τὰ ὑπὲρ τὴν νομικὴν λατρείαν; Ἐνειστήκει γὰρ καιρὸς τοῦ τὴν σκιὰν μεταπλάττεσθαι εἰς ἀλήθειαν· ὁ δὲ ὄχλος ἥδιστα ἠκροᾶτο· τεθαυμάκασι γὰρ αὐτὸν πλειστάκις, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ· ὡς αὐτὸς γὰρ ὑπάρχων ὁ πάλαι λαλῶν διά τε Μωϋσέως, καὶ τῶν προφητῶν, καὶ τῶν ὅλων Κύριος, μεθίστη μετ' ἐξουσίας πρὸς τὴν πνευματικὴν λατρείαν τὰ ἐν τύποις κεχρησμῳδημένα. Ηὐλίζετό γε μὴν εἰς τὸ ὄρος τῶν Ἐλαιῶν, τοὺς ἐν τῇ πόλει θορύβους παραιτούμενος, ἵνα ἡμῖν κἀν τούτῳ γένηται τύπος· τῷ γε μὴν ὄχλῳ ὀρθρίζοντι πρὸς αὐτὸν, προσῆκε λέγειν τὸ τοῦ Δαβίδ· «Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω· ἐδίψησέ σε ἡ ψυχή μου.» Περὶ τῆς ἑορτῆς τῶν ἀζύμων ὅτι ἤγγιζε, καὶ ὅτι ἐζήτουν οἱ ἀρχιερεῖς ἀνελεῖν αὐτὸν, καὶ ὅτι εἰσῆλθεν ὁ Σατανᾶς εἰς τὸν Ἰούδαν, καὶ ὅτι συνεφώνησε τοῦ παραδοῦναι αὐτὸν, καὶ ὅτι ἐζήτει ἐπὶ τοῦτο εὐκαιρίαν, ἕως, «Καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ,» προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. ΚΕΦΑΛ. ΚΒʹ. Ἤγγιζε δὲ ἡ ἑορτὴ τῶν ἀζύμων, ἡ λεγομένη Πάσχα. (A f. 278) Θέα δὲ ὅτι ἄνωθεν ἡμῖν ὁ Σωτὴρ ἐνομοθέτει τὰ κάλλιστα καὶ τὰ συμφέροντα, καὶ διὰ νόμου καὶ προφητῶν σύμβουλος ἡμῖν ἀγαθὸς εἰς σωτηρίαν ἐγίνετο· ἀλλὰ τότε μὲν δι' αἰνίγματος καὶ σκιᾶς διὰ τὴν τῶν ἀκροωμένων ἀσθένειαν· νυνὶ δὲ γυμνὴν ἡμῖν παρατιθεὶς τὴν ἀλήθειαν, καὶ αὐτὴν τῶν πραγμάτων εἰς μέσον ἄγει τὴν εἰκόνα· ἔδει γὰρ ὄντως διὰ μὲν τῶν θεραπόντων διακονεῖσθαι τοὺς τύπους διὰ δὲ τοῦ πάντων Δεσπότου τὴν ἀλήθειαν· ἐπεὶ καὶ αὐτὸς ἦν ὁ λέγων περὶ ἑαυτοῦ· «Ἐγώ εἰμι ἡ ἀλήθεια.» Ἀποκεκινημένης τοιγαροῦν τῆς σκιᾶς, εἰσίτω λοιπὸν ἡμῖν τῆς ἀληθείας ἡ δύναμις· φαινέσθω τῶν δι' αἰνίγματος εἰρημένων ὁ τύπος ἐναργέστερος. Ἰουδαῖοι μὲν οὖν σφάλλονται καὶ πλανῶνται, καὶ τῶν δεόντων ἐκπίπτουσι λογισμῶν, ἀζύμους ἄρτους παρατιθέμενοι· οὐκ ἀκούουσι δὲ, ὡς εἰκὸς, τοῦ Παύλου λέγοντος· «Βρῶμα ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ,» καὶ τὰ ἑξῆς· οὐδὲ τοῦ Σωτῆρος· «Οὐκ οἴδατε ὅτι πᾶν τὸ εἰσερχόμενον εἰς τὸ στόμα, εἰς τὴν κοιλίαν χωρεῖ, καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται;» Ἡμεῖς δὲ πνευματικοῖς τὰ πνευματικὰ συγκρίνομεν· ὡς ζύμην, τὴν κακίαν ἀποφεύγοντες, καὶ πράξεις ἀγαθὰς ἐπιτηδεύοντες, ἵνα σὺν Χριστῷ ὡς ἐν ἀνωγαίῳ

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
