# Commentarii in Lucam (in catenis) 72.908

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.908

δὲ μᾶλλον εἰς ὄψιν ἄγων ἡμᾶς τοὺς ἔξω προσώπου καὶ ἐν ὀργῇ, διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ τὴν καθ' ἡμῶν τυραννήσασαν ἁμαρτίαν. Ὅρα δὲ ὅπως ἡμῖν ὁ νόμος καὶ τὸν τῇ ἀναστάσει πρέποντα προανετύπου καιρὸν, τουτέστι τὴν τρίτην ἡμέραν· «Τῇ γὰρ ἐπαύριον τῆς πρώτης, φησὶν, ἀνοίσει τὸ δράγμα ὁ ἱερεὺς ἔναντι Κυρίου.» Εἰσκεκόμικε δὲ παραχρῆμα τῆς ἁγίας ἡμῖν Πεντηκοστῆς προανατύπωσιν ἐναργῆ, ἑπτὰ χρῆναι λέγων ἐπαριθμεῖν ἑβδομάδας, τῇ τοῦ δράγματος ἀνακομιδῇ. Μετὰ γάρ τοι τὴν ἀναστάσιμον τοῦ Σωτῆρος ἡμέραν, ἑπτὰ συνείροντες ἑβδομάδας, τὴν ἐπαύριον Πεντηκοστὴν ἑορτάζομεν οἱ πεπιστευκότες. Καὶ λαβὼν ἄρτον, εὐχαριστήσας ἔκλασε· καὶ ἔδωκεν αὐτοῖς, λέγων· Τοῦτό ἐστι τὸ σῶμά μου, κ.τ.λ. (A f. 281, D f. 73) Εὐχαριστεῖ μὲν, τουτέστιν, ἐν σχήματι προσευχῆς διαλέγεται τῷ Θεῷ Πατρὶ, κοινωνὸν ὥσπερ αὐτὸν καὶ συνευδοκητὴν ἀποφαίνων τῆς δοθησομένης ἡμῖν εὐλογίας ζωοποιοῦ. Πᾶσα γὰρ χάρις καὶ πᾶν δώρημα τέλειον ἐφ' ἡμᾶς ἔρχεται παρὰ Πατρὸς δι' Υἱοῦ ἐν ἁγίῳ Πνεύματι. Τύπος δὲ ἦν ἄρα τὸ δρώμενον εἰς ἡμᾶς αὐτοὺς, τῆς ὀφειλούσης προσανατείνεσθαι λιτῆς, εἰ μέλλοι προτίθεσθαι παρ' ἡμῶν τῆς μυστικῆς καὶ ζωοποιοῦ δωροφορίας ἡ χάρις, ὃ δὴ καὶ δρᾷν εἰθίσμεθα. Προσαναπέμποντες γὰρ τὰς εὐχαριστίας, καὶ ὁμοῦ τῷ Θεῷ καὶ Πατρὶ δοξολογοῦντες τὸν Υἱὸν σὺν τῷ ἁγίῳ Πνεύματι, πρόσιμεν οὕτω ταῖς ἁγίαις τραπέζαις· πιστεύοντές τε ὅτι ζωοποιούμεθα καὶ εὐλογούμεθα καὶ σωματικῶς καὶ πνευματικῶς. Δεχόμεθα γὰρ ἐν αὑτοῖς τὸν ἐνανθρωπήσαντα δι' ἡμᾶς τοῦ Θεοῦ Πατρὸς Λόγον, ὅς ἐστι ζωὴ καὶ ζωοποιός. Εἶτα τίς ἐστιν ὁ τοῦ καθ' ἡμᾶς μυστηρίου λόγος, ὡς ἔνι ζητήσωμεν. Ἔκτισε τοίνυν ὁ τῶν ὅλων Θεὸς ἐπὶ ἀφθαρσίᾳ τὰ πάντα· καί εἰσιν αἱ γενέσεις τοῦ κόσμου σωτήριοι· φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον· παρεκόμισε γὰρ εἰς παράβασιν καὶ παρακοὴν τὸν πρῶτον ἄνθρωπον, καὶ ταύτης ἕνεκα τῆς αἰτίας ὑπὸ θείαν ἀράν. Εἴρηται γὰρ πρὸς αὐτόν· «Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ.» Ἀλλ' ὑπερήλατο τῆς ἐκείνου δυστροπίας τὸ βλάβος ἡ τοῦ κτίσαντος ἡμερότης· βεβοήθηκε τοῖς ἐπὶ τῆς γῆς· ζωὴ μὲν γάρ ἐστι κατὰ φύσιν ὁ Θεὸς καὶ Πατήρ· μόνος δὲ τοῦτο ὑπάρχων, ἐξέλαμψε τὸν Χριστὸν, ζωὴν ὄντα καὶ αὐτόν· οὐ γὰρ ἦν ἑτέρως δύνασθαι τὸν οὐσιωδῶς ἐκ ζωῆς προελθόντα λόγον. Πάντα τοίνυν ὁ Θεὸς καὶ Πατὴρ ζωογονεῖ δι' Υἱοῦ, ἐν ἁγίῳ Πνεύματι. Πῶς οὖν ἔδει τὸν ἐπὶ γῆς ἄνθρωπον κεκρατημένον θανάτῳ πρὸς ἀφθαρσίαν ἀναδραμεῖν· Ἔδει τὴν ἀποθνήσκουσαν σάρκα τῆς παρὰ Θεοῦ ζωοποιοῦ δυνάμεως γενέσθαι μέτοχον. Δύναμις δὲ τοῦ Θεοῦ καὶ Πατρὸς ἡ ζωοποιὸς ὁ μονογενής ἐστι Λόγος. Τοῦτον ἡμῖν ἔπεμψε σωτῆρα καὶ λυτρωτὴν,

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
