# Commentarii in Lucam (in catenis) 72.920

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.920

Ματθαῖος γὰρ οὕτω φησὶν ὁ σοφώτατος εὐαγγελιστής. Ἀφιγμένος δὴ οὖν ἐνταῦθα Χριστὸς, ὡς αὐτός που πάλιν ὁ Ματθαῖός φησι, παραλαβὼν τοὺς τρεῖς, τὸν Πέτρον, φημὶ, καὶ τοὺς τοῦ Ζεβεδαίου, ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. Ἐνταῦθά μοι βλέπε τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ βάθος, καὶ τῆς ἀποῤῥήτου σοφίας τὸ ὕψος. Διὰ ποίαν αἰτίαν, ὦ Δέσποτα, ἀδημονεῖς; Ἆρα δέδιας καὶ αὐτὸς τὸν θάνατον, καὶ δειλίᾳ κεκρατημένος παραιτῇ τὸ παθεῖν, καίτοι τοῖς μαθηταῖς εἰπών· «Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι;» Ἀλλὰ κἂν εἴ τις λέγοι τῆς πνευματικῆς εὐανδρίας παρὰ σοῦ τοῖς ἐξειλεγμένοις δίδοσθαι τὴν χάριν, οὐκ ἂν ἁμάρτοι τοῦ ἀληθοῦς. Ἰσχὺς γὰρ πᾶσα παρὰ σοῦ, καὶ ζωὴ κατὰ φύσιν ὑπάρχεις καὶ ζωοποιός. Πῶς οὖν λελύπησαι καὶ ἀδημονεῖς ἕως θανάτου; Καίτοι σαφῶς ἠπίστασο, Θεὸς ὢν φύσει, ὅτι τὸν κατὰ σάρκα θάνατον ὑπομείνας, ἀπαλλάξεις θανάτου τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, καὶ τὸ τῆς νίκης τρόπαιον ἐγερεῖς κατὰ πάσης πονηρᾶς καὶ ἀντικειμένης δυνάμεως, καὶ ὡς Θεὸς προσκυνηθήσῃ καὶ τῶν ὅλων Δημιουργός. Ἐπὶ τίσιν οὖν ἄρα λελύπησαι καὶ ἀδημονεῖς; Ναὶ, φησὶ, τὰ μὲν ἐκ τοῦ πάθους τῷ κόσμῳ ἀγαθὰ συμβησόμενα ἐπίσταμαι· λυπεῖ δέ με ὁ πρωτότοκος Ἰσραὴλ, ὅτι οὐδ' ἐν δούλοις ἐστί· καὶ ὅτι ἡ τοῦ Κυρίου μερὶς, τὸ σχοίνισμα τῆς κληρονομίας, μερὶς ἀλωπέκων ἔσται, κατὰ τὸ γεγραμμένον. Ὅτι δὲ, καίτοι τὸ ἐσόμενον εἰδὼς, κατηλέει τὴν Ἱερουσαλὴμ, ὡς τῆς εἰς αὐτὸν ἕνεκα δυσσεβείας ἐσομένην ἐν παντὶ κακῷ, κἀντεῦθεν ἂν μάθοις. Ἀνῄει μὲν γὰρ ἐκ τῆς Ἰουδαίας εἰς Ἱεροσόλυμα· ὡς δέ φησιν ὁ εὐαγγελιστὴς, «Ἰδὼν τὴν πόλιν, ἔκλαυσεν ἐπ' αὐτῇ,» ὡς ὅσον οὐδέπω ταῖς ἐσχάταις ταλαιπωρίαις καὶ ἀνηκέστοις συμφοραῖς ὁμιλήσουσαν βλέπων τὴν Ἱερουσαλήμ. Ἵνα δὲ μάθωμεν ταύτην ἐσχηκότα τὴν διάθεσιν ἐπ' αὐτῇ, διαμεμήνυκε τοῖς μαθηταῖς ὅτι καὶ ἀκηδιᾷ καὶ λελύπηται. Οὐ γὰρ ἦν δυνατὸν μαθεῖν τὰ ἐν αὐτῷ κεκρυμμένα, μὴ διὰ λόγων ἐκφήναντος τὰ ἐν οἷς ἐστι. Κἀκεῖνο δὲ οἶμαι τοῖς εἰρημένοις προσεπενεγκεῖν ἀναγκαῖον. Τὸ γάρτοι τῆς λύπης πάθος ἤτοι τῆς ἀδημονίας οὐ περὶ αὐτὴν ἂν γένοιτο τὴν θείαν καὶ ἀκήρατον τοῦ Λόγου φύσιν· ἀμήχανον γὰρ, ὅτι παντὸς ἐπέκεινα πάθους ἐστίν· ἐθελῆσαι δέ φαμεν τὸν σαρκωθέντα Λόγον, καὶ ἐν τοῖς ἀνθρωπότητος καθικέσθαι μέτροις, διὰ τοῦ δοκεῖν ὑπομεῖναι τὰ αὐτῆς. Ὥσπερ οὖν πεινῆσαι λέγεται, καίτοι ζωὴ καὶ ζωοποιὸς, καὶ ἄρτος ὁ ζῶν ὑπάρχων αὐτὸς, κοπιάσαι τε ἐκ μακρᾶς ὁδοῦ, καίτοι τῶν δυνάμεων ὑπάρχων Κύριος, οὔτω καὶ ἀκηδιάσαι καὶ δοκεῖν εἰσδέξασθαι λύπην. Οὐ γὰρ ἔδει τὸν καθιγμένον εἰς κένωσιν, καὶ τοῖς τῆς ἀνθρωπότητος ἐμβεβηκότα μέτροις, παραιτεῖσθαι δοκεῖν τὰ ἀνθρώπινα. Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. (A f. 287 b, B f. 201, D f. 75) Συνεβούλευσε μαθηταῖς τὰ τῷ καιρῷ πρέποντα, εἰπών· «Προσεύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.» Ἀλλ' ἵνα

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
