# Commentarii in Lucam (in catenis) 72.921.1

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.921.1

μὴ λόγοις αὐτοὺς ὠφελήσῃ μόνοις, παράδειξις δὲ καὶ αὐτοῦ τοῦ πράγματος εὑρεθῇ, βραχὺ προσελθὼν, πεσὼν ἐπὶ γόνυ, προσηύχετο. Καὶ τί δή ποτε τοῖς ἁγίοις οὐ συνηύχετο μαθηταῖς, ἀλλὰ καταμόνας; Ἵνα μάθωμεν ἡμεῖς τῆς ἀρεσκούσης Θεῷ προσευχῆς τὸν τύπον. Ἔφη γὰρ ἑτέρωθι· «Σὺ δὲ, ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, ἀπόκλεισον τὴν θύραν, πρόσευξαι τῷ Πατρί σου τῷ ἐν τῷ κρυφαίῳ· καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυφαίῳ, ἀποδώσει σοι ἐν τῷ φανερῷ.» Πανταχοῦ γὰρ εὑρήσομεν καταμόνας εὐχόμενον, ἵνα καὶ σὺ μάθῃς, ὅτι σχολάζοντι νῷ καὶ γαληνιώσῃ καρδίᾳ διαλέγεσθαι χρὴ τῷ ἐπὶ πάντας Θεῷ. Καὶ οὐ δή που φαίη τις ἂν, εἴ γε νοῦν ἔχοι, ὅτι τῆς παρ' ἑτέρου χειρὸς ἢ ἐπικουρίας ἐν χρείᾳ καθεστηκὼς, ἐποιεῖτο τὰς λιτάς. Αὐτὸς γάρ ἐστιν ἡ πανσθενεστάτη χεὶρ καὶ δύναμις τοῦ Πατρός· ἀλλ' ἵνα ἡμεῖς διὰ τούτων μάθωμεν, μὴ νυστάζειν ἐν πειρασμοῖς, συντείνεσθαι δὲ μᾶλλον εἰς προσευχάς. Ἀμαθὲς δὲ λίαν, καὶ τὸ τῶν ἀγώνων καταθρασύνεσθαι· τῷ μετρίῳ δὲ φρονήματι χρῆναί φημι τὸ εὔτολμον καὶ τληπαθὲς ἀναπλέκειν. Ἴδωμεν δὲ καὶ προσευχῆς τὸν τρόπον. Πάτερ, εἰ βούλει, παρένεγκε τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν γενέσθω. (A f. 288, B f. 201 b, D f. 75) Ὁρᾷς ὅπως μετ' εὐλαβείας ἀνθρωποπρεποῦς ἐποιεῖτο Χριστὸς τοῦ πειρασμοῦ τὴν παραίτησιν; Εἰ γὰρ βούλει, φησὶ, παρένεγκε. Ὡς γὰρ εἷς ὑπάρχων τῶν καθ' ἡμᾶς, τοῖς τοῦ Πατρὸς θελήμασιν ἀπονέμει τῶν ἐκβησομένων τὸ πέρας· ἵνα καὶ ἡμεῖς αἰτῶμεν ἐκεῖνα κρατεῖν, ἅπερ ἂν αὐτὸς εἰδείη συμφέροντα ταῖς ἡμετέραις ψυχαῖς. Πρὸς δ' αὖ τούτοις, καὶ τῆς Ἰουδαίων ἀνοσιότητος τὸ χρῆμα κατηγορεῖ· ἦν μὲν γὰρ οὐκ ἀβούλητον αὐτῷ τὸ παθεῖν, φορτικόν γε μὲν ἑτέρως, διά τε τὴν ἀδοξίαν καὶ τῆς Ἰουδαίων Συναγωγῆς τὸν ὄλεθρον· οὐ γὰρ ἂν ἠθέλησε κυριοκτόνον γενέσθαι τὸν Ἰσραὴλ, ἵνα μὴ ταύτης ἕνεκα τῆς αἰτίας ταῖς ἐσχάταις δίκαις ὑπενεχθῇ. Ἐπειδὴ δὲ οὐκ ἦν μὴ ὑποστῆναι τὸ πάθος, εἵλετο αὐτὸ, συνευδοκοῦντος αὐτῷ τοῦ Θεοῦ καὶ Πατρός· ὡς εἶναι τῆς μὲν ἀνθρωπείας φύσεως τὸ εἰς θορύβους εὔκολον· τῆς δὲ θείας, τὸ ἐφ' ἅπασιν ἄθραυστον. Ἡ μὲν γὰρ τοῦ θανάτου παρεισδῦσα μνήμη ταράττει τὸν Ἰησοῦν· ἡ δὲ τῆς θεότητος δύναμις κεκινημένον εὐθὺς χειροῦται τὸ πάθος, καὶ μεταμορφοῖ πρὸς εὐτολμίαν. Κεκίνηται γὰρ καὶ ἐν Χριστῷ τὰ ἀνθρώπινα, διὰ δύο τρόπους· ἔδει γὰρ καὶ διὰ τούτων αὐτὸν, οὐ δοκήσει καὶ ὑπονοίᾳ, φυσικῶς δὲ μᾶλλον καὶ ἀληθῶς ἄνθρωπον ἐκ γυναικὸς γεγονότα, φαίνεσθαι πάντα φέροντα τὰ ἀνθρώπινα, δίχα μόνης τῆς ἁμαρτίας. Φόβος δὲ καὶ δειλία, πάθη μὲν ἐν ἡμῖν φυσικὰ, τό γε μὴν ἐν ἁμαρτίαις τετάχθαι διαπεφευγότα. Ἔτι ἐκινεῖτο ἐν Χριστῷ τὰ ἀνθρώπινα, οὐχ ἵνα κινηθέντα κρατύνηται, ἀλλ' ἵνα τῇ δυνάμει τοῦ Λόγου διακόπτηται, πρὸς ἀμείνω τινὰ καὶ θειοτέραν κατάστασιν μεταστοιχειουμένης τῆς φύσεως ἐν πρώτῳ Χριστῷ· ἦν γὰρ οὕτω καὶ οὐχ ἑτέρως, καὶ εἰς ἡμᾶς αὐτοὺς τὸν τῆς ἰάσεως διαβῆναι τρόπον. Εἰ γὰρ καὶ ὅτι μάλιστα τὸ συμβὰν οὐχὶ πάντη

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
