Ancient Greek · ~11 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.924
Not analysed yet
τε καὶ πάντως θελητὸν ἦν αὐτῷ, ἀλλ' οὖν τῆς πάντων ἕνεκα σωτηρίας καὶ ζωῆς ἑκούσιον ἐποιήσατο τὸ ἐπὶ τῷ σταυρῷ πάθος· ᾔδει γὰρ τὰ ἐντεῦθεν ἐσόμενα κατορθώματα, καὶ ὅτι τὴν ἀνθρώπου φύσιν ἀνακαινιεῖ, καὶ αἵματι τῷ οἰκείῳ κατακτήσεται. Εἰ γὰρ μὴ ἐποιήσατο θελητὸν, καίτοι λίαν ἀβούλητον ὂν τὸ παθεῖν, τίς ἂν νοοῖτο λοιπὸν τοῦ προσεύχεσθαι ἡ πρόφασις, καὶ λέγειν· «Πάτερ, εἰ βούλει, παρένεγκε τὸ ποτήριον τοῦτο;» Γέγονε μέντοι ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος, οὐ διά τινα πρόφασιν ἑτέραν, ἀλλ' ἵνα πάντα τὰ αὐτοῦ ταῖς ἡμῶν ἀσθενείαις ἀναμίξας τρόπον τινὰ καὶ συγκεράσας, νευρώσῃ τὴν ἀνθρώπου φύσιν, καὶ πρὸς τὴν αὐτοῦ μεταποιήσῃ στεῤῥότητα. Ὅταν οὖν φαίνηται δειλιῶν τὸν λόγον τὸν θάνατον, καὶ λέγων· «Παρένεγκε τὸ ποτήριον,» ἐννόει πάλιν, ὅτι δειλιῶσα τὸν θάνατον ἡ σὰρξ ἐδιδάσκετο, φορουμένη παρὰ τοῦ Θεοῦ Λόγου, μηκέτι τοῦτο πάσχειν· ἔλεγε δὲ πρὸς τὸν Πατέρα· «Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ.» Οὐκ ἐφοβεῖτο μὲν γὰρ, καθ' ὃ Λόγος ἐστὶ καὶ Θεὸς, τὸν θάνατον αὐτὸς, ἀλλ' εἰς τέλος τὴν οἰκονομίαν διεξάγειν ἠπείγετο· τοῦτο γὰρ ἦν τὸ θέλημα τοῦ Πατρός. Ἔχει δὲ καὶ τὸ μὴ θέλειν ἀποθανεῖν, διὰ τὸ παραιτεῖσθαι τὴν σάρκα τὸν θάνατον φυσικῶς. Διδάσκων τοίνυν τὴν ἀνθρωπότητα μηκέτι τὰ αὐτῇ προσόντα φρονεῖν, ἀλλὰ τὸ τοῦ Θεοῦ θέλημα ζητεῖν, ὡς ἄνθρωπος λέγει· «Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ.» Διὰ τοῦτο γὰρ φαίνεται καὶ προσθεὶς ἐν τῷ Ματθαίῳ· «Τὸ μὲν πνεῦμα πρόθυμον· ἡ δὲ σὰρξ ἀσθενής.» Ἀτονοῦσα μὲν γὰρ ἡ ἀνθρώπου φύσις, καὶ ἐν αὐτῷ τῷ Χριστῷ, τὸ ὅσον εἰς αὐτὴν, εὑρίσκεται· ἀνακομίζεται δὲ διὰ τοῦ ἑνωθέντος αὐτῇ Λόγου εἰς εὐτολμίαν θεοπρεπῆ. Ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας, εἷς τῶν δώδεκα. (A f. 292 b, B f. 203) Διὰ τί δέ φησιν, «Ὁ λεγόμενος Ἰούδας;» Μὴ γὰρ οὐκ ᾔδει τὸν ἄνδρα τοῖς ἐξειλεγμένοις ἐναριθμούμενον; Ἀλλ' ὡς ἤδη μεμισηκὼς αὐτοῦ καὶ τὸ ὄνομα, φησὶν,» Ὁ λεγόμενος Ἰούδας.» Προσεπάγει δὲ τούτῳ τὸ, «Εἷς τῶν δώδεκα,» πρὸς ἔνδειξιν καὶ διαβολὴν τῆς τοῦ προδότου φαυλότητος. Ὁ γὰρ ἐν ἴσῳ τοῖς ἀποστόλοις τετιμημένος, τοῖς φονῶσι κατὰ Χριστοῦ γέγονε πρόφασις· δέδωκε γὰρ αὐτοῖς σημεῖον· «Ὃν ἂν φιλήσω, αὐτός ἐστιν.» Ἐπελάθετο παντελῶς τῆς δόξης τοῦ Χριστοῦ· ᾠήθη τάχα που δύνασθαι λαθεῖν· φίλημα μὲν προτείνων εἰς τύπον ἀγάπης, ἀνοσίων δὲ σκεμμάτων μεστὴν ἔχων τὴν καρδίαν. Οὐκοῦν ὡς ἐκ μέθης προσέρχεται τῷ Χριστῷ· δόλου καὶ ἀπάτης ὄργανον τὴν ἐξαίρετον ἀγάπην ἀποφῆναι προσδοκῶν. Ταύτῃτοι καὶ μάλα εἰκότως φορτικώτερον αὐτῷ τὸ κρῖμα ἐποίει, ὅτι οὐδὲ τὸ σχῆμα καὶ σύμβολον ᾐσχύνθη τῆς προδοσίας τὸ φίλημα. Ἐπάγει γοῦν ὁ εὐαγγελιστής· «Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἰούδα, φιλήματι τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδίδως;» Εἰδέναι γὰρ ἀναγκαῖον καὶ τὰ τῷ Ἰωάννῃ περὶ τούτου εἰρημένα· ἔφη γοῦν, ὅτι οἱ μὲν τῶν Ἰουδαίων ὑπηρέται προῄεσαν συλληψόμενοι τὸν Ἰησοῦν· ὁ δὲ ὑπήντα αὐτοῖς, λέ-