# Commentarii in Lucam (in catenis) 72.925

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.925

γων· «Τίνα ζητεῖτε;» Λεγόντων δὲ τῶν ὑπηρετῶν, «Ἰησοῦν τὸν Ναζωραῖον,» αὐτὸς ἑαυτὸν ταῖς τῶν φονώντων χερσὶ προσεκόμιζε, λέγων· «Ἐγώ εἰμι.» Οἱ δὲ ἀπῆλθον, φησὶν, εἰς τὰ ὀπίσω· καὶ τοῦτο γέγονε τρίς. Τίς οὖν ἡ οἰκονομία, καὶ τίνος ἕνεκεν προσκεκόμικεν ἑαυτὸν ὁ Σωτὴρ, οἱ δὲ κατέπιπτον ἀκούοντες τὸ, «Ἐγώ εἰμι;» Ἵνα δὴ μάθοιεν ὡς οὐκ ἀβούλητον αὐτῷ τὸ παθεῖν· οὐ γὰρ τῆς ἐκείνων ἰσχύος γέγονεν ἀποτέλεσμα, τὸ συλλαβέσθαι Χριστὸν, καὶ προσαγαγεῖν τοῖς ἀνοσίοις καθηγηταῖς, ἀλλ' αὐτὸς ἑαυτὸν δέδωκεν. (A f. 293 b) Φέρε δὲ κἀκεῖνο ζητήσωμεν. Ἆρα ψῆφος τοῦ Θεοῦ καὶ Πατρὸς, θέλημα δὲ καὶ αὐτοῦ τοῦ Υἱοῦ κέκληκεν αὐτὸν ὡς ἐξ ἀνάγκης εἰς τὸ πάθος; Εἶτα πῶς, εἴπερ ἐστὶν ἀληθὲς, οὐκ ἔδει πάντως καὶ προδότην γενέσθαι τινὰ, παρενεχθῆναι δὲ καὶ εἰς τοῦτο θράσους τὸν Ἰσραὴλ, ὡς καὶ ἀπειθῆσαι Χριστῷ καὶ ἀτιμάσαι πολυτρόπως, ἐξαρτίσαι δὲ καὶ τὸν ἐπὶ τοῦ ξύλου θάνατον αὐτῷ; Εἶτα, πῶς εὑρίσκεται λέγων· «Οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι' οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται;» καὶ τὰ ἑξῆς. Διὰ τί δὲ καὶ ἀπόλωλεν ὁ Ἰσραήλ; Ἀλλ' οὐκ ἀδίκως ὁ Θεὸς, αἰσίᾳ δὲ κρίσει ταλαντεύει τὰ καθ' ἡμᾶς. Πῶς οὖν τὸ ἀβούλητον ἐποιήσατο θελητόν; Ἠλέησε μὲν γὰρ ὁ Θεὸς καὶ Πατὴρ τοὺς ἐπὶ τῆς γῆς πεπραχότας ἀθλίως, καὶ ἔπεμψεν ἐξ οὐρανοῦ τὸν Υἱὸν Σωτῆρα καὶ Λυτρωτὴν, ὃς καὶ γέγονεν ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς· ἀλλὰ καί τοι προεγνωκὼς ἃ πείσεται, εἴλετο παθεῖν διὰ τὸ σῶσαι τὴν γῆν, συνευδοκοῦντος αὐτῷ τοῦ Θεοῦ καὶ Πατρὸς διὰ πολλὴν ἡμερότητα καὶ φιλανθρωπίαν. Οὐκοῦν ὅσον μὲν ἧκεν εἰς τὴν ἐκ τοῦ παθεῖν ἀδοξίαν, οὐκ ἂν ἠθέλησε παθεῖν· ἐπειδὴ δὲ οὐκ ἐνεδέχετο μὴ παθεῖν, διὰ τὴν Ἰουδαίων ἐπ' αὐτῷ γενομένην ὠμότητα καὶ ἀπείθειαν, ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας. Ἁψάμενος τοῦ ὠτίου αὐτοῦ ἰάσατο αὐτόν. (A f. 294) Ἰάσατο γὰρ θεοπρεπῶς τὸν ὑπομείναντα τὴν πληγὴν, τοῖς ἀφιγμένοις εἰς τὸ συλλαβεῖν αὐτὸν θεοπρεπὲς καὶ τοῦτο διδοὺς σημεῖον. Καθ' ἡμέραν ὄντος μου μεθ' ὑμῶν ἐν τῷ ἱερῷ, οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ' ἐμέ. (A f 294 b, B f. 204) Ἆρά γε αἰτιᾶται Χριστὸς τοὺς τῶν Ἰουδαίων καθηγητὰς, ὅτι μὴ πρόωρον αὐτῷ τὴν τοῦ θανάτου πάγην ἐσκεύαζον; Οὐ τοῦτο βούλεται δηλοῦν· ἀλλ' ὅτι Ἐξὸν ὑμῖν καθημέραν ἐν τῷ ἱερῷ διδάσκοντα κατασχεῖν, οὐκ ἐκρατήσατε. Ἐταμιευόμην γὰρ μᾶλλον τὸ παθεῖν ἐν καιρῷ τῷ καθήκοντι· καὶ οὗτός ἐστιν ὁ παρών. Μὴ γὰρ ἀγνοήσητε, φησὶν, ὅτι αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους· τουτέστιν, ὀλιγοστὸς ἐδόθη ὑμῖν καιρὸς τῆς κατ' ἐμοῦ πλεονεξίας, συνευδοκήσαντος τοῖς ἐμοῖς θελήμασι τοῦ Πατρός. Οὐκοῦν μίαν ὥραν ἔχετε κατ' ἐμοῦ, τουτέστιν ὀλίγον παντελῶς καὶ συνεσταλμένον καιρὸν, τὸν μεταξὺ δηλονότι τοῦ τιμίου

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
