# Commentarii in Lucam (in catenis) 72.932

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.932

καὶ ἀνηκόους· ἐχρῆν γὰρ, εἴπερ ἐβούλοντο, συνιέναι ὅτι καὶ Κύριός ἐστι τοῦ Δαβὶδ ὡς Θεὸς, καὶ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Πατρὸς Υἱὸς ὁμοούσιος, καὶ τοῦ Δαβὶδ υἱὸς κατὰ σάρκα, ἐπεὶ Θεὸς ὢν καὶ Κύριος ἐπέφανεν ἡμῖν καὶ γέγονε καθ' ἡμᾶς ἄνθρωπος, ἐκ σπέρματος ὢν Δαβὶδ, ἐκ φυλῆς Ἰούδα, κατὰ τὰς Γραφάς. Ἀπὸ τοῦ νῦν ἔσται ὁ Υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν δυνάμεως τοῦ Θεοῦ. (A f. 295 b) Ἵνα δὲ φορτικωτέραν Ἰουδαίοις ἐργάσηται τὴν ἐπὶ τῷ μὴ θέλειν πιστεῦσαι δίκην, ἐναργῆ τὴν αὑτοῦ καθίστησι δόξαν εἰπών· «Ἀπὸ τοῦ νῦν ἔσται ὁ Υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ.» Ἐμὲ, φησὶ, τὸν ἐν εἴδει τῷ καθ' ὑμᾶς γεγονότα, Υἱὸν φύσει τοῦ Θεοῦ ὄντα, ἐν οὐδενὶ λόγῳ πεποίησθε. Ἐπεὶ οὖν εἰς τοῦτο ἀμαθίας καταβεβηκότες, τὸ αὐτοῦ τε καὶ τὸ ἐμὸν οὐκ ἴστε μυστήριον, καίτοι νομομαθεῖς ὄντες, ἀναγκαίως ἐκεῖνό φημι, ὅτι τῆς κατ' ἐμοῦ δυσσεβείας βραχὺς ὑμῖν ἐδόθη καιρὸς ὁ μέχρι τοῦ σταυροῦ· μετὰ γὰρ τοῦτο εὐθὺς εἰς τὴν ἐμαυτοῦ παλινδρομήσω τιμὴν, καὶ σύνεδρος ἔσομαι τῷ Θεῷ καὶ Πατρὶ μετὰ σαρκός. Ταῦτα λέγοντος τοῦ Χριστοῦ, τὸ τῶν Φαρισαίων ἀνεκαύθη στίφος εἰς ἀκαθέκτους ὀργάς· ἁρπάζουσι τὴν φωνὴν εἰς πρόφασιν δυσφημίας, οὐδὲ μιᾶς μαρτυρίας ἔτι δεῖσθαί φασιν, ὡς αὐτήκοοι γεγονότες τῶν λόγων αὐτοῦ. Ἀλλ', ὦ πονηροὶ καὶ ἀνόητοι. Ἠξιοῦτε μαθεῖν εἴπερ ἐστὶν αὐτὸς ὁ Χριστός; Ἐδίδαξεν, ὡς φύσει καὶ ἀληθῶς ἐστιν Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ σὺν αὐτῷ τοὺς τῆς Θεότητος ἔχει θρόνους. Ἐντεῦθεν ἦν μάλιστα μαθεῖν ὅτι αὐτός ἐστιν ὁ Χριστός. Τί δήποτε τὴν τῆς σωτηρίας ὁδὸν ὀλέθρου πρόφασιν ἑαυτοῖς ἀπεφήνατε; ΚΕΦΑΛ. ΚΓʹ. Ἤγαγον αὐτὸν ἐπὶ Πιλάτον. (C f. 155 b) Ἐπήγαγον Πιλάτῳ τὸν Ἰησοῦν, παρεδόθησαν καὶ αὐτοὶ ταῖς Ῥωμαίων στρατιαῖς. Καὶ πεπλήρωται τὰ διὰ τῶν ἁγίων προφητῶν ἐπ' αὐτοῖς προεπηγγελμένα· «Οὐαὶ τῷ ἀνόμῳ. πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ.» Ὁ δὲ, «Καθὼς ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεταί σοι εἰς κεφαλήν σου.» Τί δὲ δὴ καὶ Πιλάτῳ φασί; Τὰς κατὰ τοῦ πάντων Σωτῆρος ἡμῶν Χριστοῦ συντιθέντες συκοφαντίας. Τοῦτον εὕρομεν κωλύοντα Καίσαρι φόρους διδόναι. (A f. 296, C f. 155 b, D f. 77) Καὶ ποῦ κεκώλυκε φόρους διδόναι Καίσαρι; Καίτοι πεπόμφατε πρὸς αὐτὸν ἐξ ἑαυτῶν τινας, μετὰ τῶν καλουμένων Ἡρωδιανῶν, πειράζοντάς τε καὶ λέγοντας· «Διδάσκαλε, ἔξεστι φόρους διδόναι Καίσαρι, ἢ οὔ;» Εἶτα πρὸς τοῦτο Χριστός· «Ἐπιδείξατέ μοι, φησὶ, νόμισμα τοῦ κήνσου·» ἤρετό τε τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφὴν

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
