Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.933
Not analysed yet
τὸ προσοισθὲν δηνάριον; Ὡς δὲ Καίσαρος ἔφασκον· «Ἀπόδοτε, φησὶ, τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.» Ποῦ τοιγαροῦν κεκώλυκε φόρους διδόναι Καίσαρι; Ἀλλ' εἷς ἦν αὐτοῖς ὁ σκοπὸς, τὸ καταγαγεῖν εἰς θάνατον τὸν ἀναφέροντα πρὸς ζωήν. Πλὴν ἠλέγχοντο καὶ ἀνδρὸς εἰδωλολάτρου γεγονότες δυσσεβέστεροι. Ὁ μὲν γὰρ Πιλάτος παντὸς αἰτιάματος ἀπήλλαττε τὸν Ἰησοῦν· καὶ τοῦτο οὐχ ἅπαξ, ἀλλὰ τρίς. Οἱ δὲ ἐπίσχυον λέγοντες· «Ἀνασείει τὸν λαὸν,» συκοφαντιῶν ἑτέρας συλλέγοντες ἀφορμάς· καὶ ὅτι μὲν ἐδίδασκε, φασὶ, σεσιγήκασι δὲ τῆς διδασκαλίας τὸν τρόπον, δεδιότες μὴ ἄρα πως καὶ αὐτὸς ὁ Πιλάτος εὑρεθῇ τοῖς πιστεύουσιν ἐναρίθμιος. Πλὴν ταῦτα λέγουσιν ἐπετίμα Πιλάτος, ἀπολογούμενός τε καὶ λέγων· «Οὐδεμίαν αἰτίαν εὕρηκα ἐν αὐτῷ,» καὶ τὰ ἑξῆς. Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν. (C f. 156) Τοῦ κρίνειν λαχόντος ἐλευθεροῦντος αὐτὸν θανάτου, ψῆφον ὑποστῆναι παρακαλοῦσι τὸν πάσης εὐσεβείας καθηγητὴν καὶ διδάσκαλον, ἵνα ἔτι φορτικωτέραν ὑπομείνωσι κόλασιν. Ἀνέκραγον γὰρ παμπληθεὶ λέγοντες· «Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν.» Ἰδοὺ δὴ σαφῶς τὸν ἅγιον καὶ δίκαιον ἠρνήσαντο, καθά φησιν ὁ μακάριος Πέτρος, καὶ ᾐτήσαντο ἄνδρα φονέα χαρισθῆναι αὑτοῖς, ἵνα τῆς ἐκείνου μερίδος ἔσωνται κοινωνοί· ὃ δὴ καὶ συνέβη παθεῖν αὐτούς· δέδονται γὰρ εἰς ὄλεθρον καὶ σφαγήν. Ἐπεφώνησαν γὰρ, φησὶ, λέγοντες· «Αἶρε, αἶρε, σταύρωσον αὐτόν.» Ταύτην τὴν ἀνοσίαν καταβοὴν αἰτιᾶτο λέγων ὁ Κύριος διὰ φωνῆς Ἱερεμίου· «Ἐγκατέλιπον τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, δέδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς· ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ, ἔδωκεν ἐπ' ἐμὲ τὴν φωνὴν αὐτῆς· διὰ τοῦτο ἐμίσησα.» —(C f. 156 b) Ἔφη που περὶ τῆς τῶν Ἰουδαίων ἀνοσιότητος ὁ προφήτης Ὀσηέ [cod. Ἡσαΐας]· «Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ' ἐμοῦ. Δείλαιοί εἰσιν ὅτι ἠσέβησαν εἰς ἐμέ. Ἐγὼ δὲ ἐλυτρωσάμην αὐτοὺς, αὐτοὶ δὲ κατελάλησαν κατ' ἐμοῦ ψευδῆ.» Καὶ πάλιν· «Πεσοῦνται ἐν ῥομφαίᾳ οἱ ἄρχοντες αὐτῶν διὰ ἀπαιδευσίαν γλώσσης αὐτῶν.» Ὁ δὲ Πιλάτος ἐπέκρινε γενέσθαι τὸ αἴτημα αὐτῶν. (A f. 298, B f. 209 b, C f. 156 b). Ἐπέκρινε τοίνυν, φησὶν, ὁ Πιλάτος γενέσθαι τὸ αἴτημα αὐτῶν, καὶ νίκην νενικήκασιν ὀλέθρου μητέρα. Ἤνεγκε μὲν τὸν σταυρὸν ὁ Σωτὴρ ἐκ τοῦ πραιτωρίου, ὅτι καὶ Ἀβραὰμ ἀνιὼν ἐπὶ τὸ παραδειχθὲν αὐτῷ ὄρος, ἵνα θύσῃ τὸν Ἰσαὰκ, Θεοῦ γενέσθαι τὸ χρῆμα προστάττοντος, ἐπετίθει τῷ παιδίῳ τὰ ξύλα· καὶ ἦν εἰς τύπον Χριστοῦ, τὸν ἑαυτοῦ σταυρὸν εἰς ὤμους ἔχοντος. —(B f. 209 b) Καὶ ἄγεται μὲν ὁ Σωτὴρ ἐπὶ τὸ πάθος· Σίμωνι δὲ, φησὶ, Κυρηναίῳ ἐπέθεσαν τὸν σταυρὸν αὐτοῦ. Ἕτερος δὲ τῶν ἁγίων εὐαγγελιστῶν καὶ αὐτὸν ἔφη τὸν Ἰησοῦν βαστάσαι τὸ ξύλον. Ἀληθὲς δὲ πάντως καὶ τοῦτο κἀκεῖνο· ἤνεγκε μὲν γὰρ σταυρὸν ὁ