# Commentarii in Lucam (in catenis) 72.936

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.936

Σωτὴρ, κατὰ μέσην δὲ ἴσως τὴν ὁδὸν ὑπαντήσαντες τὸν Κυρηναῖον κατεσχήκασιν, καὶ μετέθηκαν ἐπ' αὐτῷ τὸ ξύλον. Ἀναγκαίως δέ πως ἔχει λόγον τὸ καὶ αὐτὸν τὸν Σωτῆρα ἐπικομίσασθαι τὸν σταυρόν. Εἴρηται γὰρ περὶ αὐτοῦ διὰ φωνῆς Ἡσαΐου· «Τὸ παιδίον ἐγενήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ.» Ἀρχὴ γὰρ αὐτοῦ γέγονεν ὁ σταυρὸς, δι' οὗ βεβασίλευκε τῆς ὑπ' οὐρανόν, εἴπερ ἐστὶν ἀληθὲς, ὅτι «Γέγονεν ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.» Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λάου καὶ γυναικῶν. (A f. 298, D f. 79). Ἐβάδιζε μὲν οὖν ὁ Σωτὴρ ἐπὶ τὸν τοῦ σταυροῦ τόπον· εἵποντο δὲ κλαίουσαι αἱ γυναῖκες, σὺν ἑτέροις πολλοῖς. Φιλόδακρυ γάρ πως ἀεὶ τὸ θῆλυ γένος, καὶ τὸν νοῦν εἰς ἔλεον εὐδιάθρυπτον ἔχον. Ἀλλ', ὦ θυγατέρες, φησὶν, Ἱερουσαλὴμ, τὸ μὲν ἐπ' ἐμοὶ δάκρυον στήσατε· κλαύσατε δὲ μᾶλλον ἐφ' ὑμᾶς καὶ ἐπὶ τὰ τέκνα ὑμῶν. Ἔρχονται γὰρ ἡμέραι, φησὶν, ἐν αἷς ἔσται γυναιξὶν ἀμείνων ἡ ἀπαιδία· ἐπισκήψαντος γὰρ τοῦ πολέμου τῇ Ἰουδαίων χώρᾳ, ἅπαντες ἄρδην ὀλώλασι μικροὶ καὶ μεγάλοι. Τότε, φησὶ, τὸ ὑπὸ βουνοῖς καὶ ὄρεσι γενέσθαι, τοῦ παντὸς ἄξιον· «Εἰ γὰρ ἐν τῷ ὑγρῷ ξύλῳ, φησὶ, ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;» Καὶ πέπλασται μὲν ὡς ἐν τάξει παραβολῆς ὁ λόγος, ἤγουν παραδείγματος, ὠδίνει δὲ νοητοῦ πράγματος δύναμιν· βούλεται γὰρ δηλοῦν ἐκεῖνο, οἶμαί που. Ὑγρὸν μὲν ξύλον ἑαυτὸν ὀνομάζει, τουτέστι χλωρὸν καὶ ἔγκαρπον καὶ εὐανθές· καρποὶ δὲ ἦσαν αὐτοῦ μυσταγωγίαι, καὶ παραινέσεις, καὶ θεοπρεποῦς ἐξουσίας ἐπιδείξεις, διὰ τῆς ὑπὲρ λόγον θεοσημείας. Ἀλλ' ἐν τούτοις ὄντα ταῖς οὕτω δειναῖς περιβεβλήκασιν ἀτιμίαις οἱ Ῥωμαίων στρατηγοὶ, ἤγουν ὁ κατακρίνας αὐτὸν Πιλάτος. Ὅτε τοίνυν, φησὶ, τοιαῦτα πεπράχασιν εἰς ἐμὲ, τί δράσουσιν ὡς ξηρῷ καὶ ἀκάρπῳ προσπεπολεμηκότες τῷ Ἰσραήλ; Ὄψονται γὰρ ἐπ' αὐτῷ οὐδὲν τῶν τεθαυμασμένων, ἐφ' οἷς ἦν εἰκὸς τιμῆς καὶ φειδοῦς ἀξιωθῆναι τῆς παρ' αὐτῶν· κατεμπρήσουσι γὰρ αὐτὸν, δηλονότι τῆς εἰς Χριστὸν δυσσεβείας εἰσπραττόμενοι δίκας. Ἐκεῖ ἐσταύρωσαν αὐτόν. (A f. 299 b) Πλὴν ἐσπούδασεν ὁ Κύριος, μήτε δι' ὅλου φανερῶσαι τὴν ἑαυτοῦ θεότητα, μήτε εἰς τὸ παντελὲς ἀποκρύψαι· τὸ μὲν διὰ τοὺς τότε, τὸ δὲ διὰ τοὺς μετὰ ταῦτα· ὥστε δεῖξαι καὶ τῆς θεότητος αὐτοῦ καὶ τῆς ἀνθρωπότητος τρανὰς τὰς ἐνεργείας· ἵνα μήτε ἡ θεία δύναμις ἀμβλυνθῇ, μήτε ἡ ἀνθρωπίνη φύσις ἀπιστηθῇ. Ἐπειδὴ γὰρ ἔμελλεν

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
