Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.937
Not analysed yet
αἵρεσις ἀνακύπτειν, ἡ λέγουσα ὅτι φάντασμα ἦν τὸ σῶμα, καὶ ἐξ οὐρανοῦ κατῆλθεν, οὐ γὰρ ἂν ἔλαβε τοῦ φθαρτοῦ σώματος σάρκα ἡ ἄφθαρτος φύσις, οὐδ' ἂν κατεδέξατο ῥύπον, ἢ μολυσμὸν, ἢ σπῖλον, ἵνα πιστώσηται ὁ Θεὸς τῶν ἀνθρώπων τὸ γένος, ὅτι τοῦτο ἐγένετο ὅ ἐσμεν, μένων ὃ ἦν, διὰ τοῦτο συνεχώρησε τῇ σαρκὶ πάσχειν τὰ ἴδια. Καὶ ἔδειξε διπλῆν τὴν ἐνέργειαν, πάσχων μὲν ὡς ἄνθρωπος, ἐνεργῶν δὲ ὡς Θεὸς ὁ αὐτός· οὐ γὰρ ἄλλος καὶ ἄλλος, εἰ καὶ ἄλλως καὶ ἄλλως. Ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες. (A f. 303 b) Μάτην μέν τοι αὐτοῦ κατειρωνεύονται οἱ τῆς Συναγωγῆς ἡγούμενοι, κατασείοντες τὰς κεφαλὰς, καὶ πικρὸν αὐτῷ μειδίαμα καταχέοντες· «Ἄλλους ἔσωσεν, ἑαυτὸν σωσάτω,» φασίν. Εἰ ἄλλους ἔσωσε (καὶ οἶσθα τοῦτο κατὰ ἀλήθειαν γεγονὸς), πῶς οὐκ ἂν ἴσχυσε τῶν σῶν ἑαυτὸν ἐξελέσθαι χειρῶν; Ἦν δὲ καὶ ἐπιγραφὴ γεγραμμένη ἐπ' αὐτῷ, κ. τ. λ. (D f. 79 b) Ἡ ἐν τῷ τίτλῳ προγραφὴ τῆς τοῦ Κυρίου αἰτίας, πρακτικῆς, καὶ φυσικῆς, καὶ θεολογικῆς φιλοσοφίας ὄντα βασιλέα τὸν σταυρωθέντα σαφῶς καὶ Κύριον ἔδειξεν· Ῥωμαϊστὶ γὰρ, καὶ Ἑλληνιστὶ, καὶ Ἑβραϊστὶ φησὶν ἀναγεγράφθαι τῷ λόγῳ. Νοῶ δὲ διὰ μὲν τοῦ Ῥωμαϊστὶ τὴν πρακτικὴν, ὡς τῆς Ῥωμαίων βασιλείας κατὰ τὸν Δανιὴλ ὁρισθείσης ἀνδρικωτέρας τῶν ἐπὶ γῆς βασιλειῶν· πρακτικῆς δὲ ἴδιον, εἴπερ τι ἄλλο, ἡ ἀνδρεία. Διὰ δὲ τοῦ Ἑλληνιστὶ, τὴν φυσικὴν θεωρίαν, ὡς μᾶλλον τοῦ Ἑλλήνων ἔθνους, παρὰ τοὺς ἄλλους ἀνθρώπους τῇ φυσικῇ σχολάσαντος φιλοσοφίᾳ. Διὰ δὲ τοῦ Ἑβραϊστὶ τὴν θεολογικὴν μυσταγωγίαν, ὡς τοῦ ἔθνους τούτου προδήλως ἀνέκαθεν τῷ Θεῷ διὰ τοὺς πατέρας ἀνατεθέντος. (A f. 304) Ὁ μὲν εἷς, φησὶ, τῶν λῃστῶν τὰ αὐτὰ τοῖς Ἰουδαίοις ἠρεύγετο· ὅ γε μὴν ἕτερος, ταῖς τοῦ συγκρεμαμένου φωναῖς ἐπετίμα· ὡμολόγησε τὴν ἁμαρτίαν, μεμαρτύρηκε Χριστῷ τὸ ἀνυπαίτιον, πεπίστευκεν εἰς αὐτὸν, βασιλέα ἐκάλει καί τοι σταυρούμενον. Ταύτῃτοι τὸν τῶν ἁγίων ἥρπασε κλῆρον. Σκότος ἐγένετο ἐφ' ὅλην τὴν γῆν. (A f. 306) Ὁ παντὸς ἐπέκεινα γενητοῦ, ὁ σύνεδρος τῷ Πατρὶ, καθῆκεν ἑαυτὸν εἰς κένωσιν, καὶ ἔλαβε δούλου μορφὴν, καὶ τῶν τῆς ἀνθρωπότητος ἠνέσχετο μέτρων, ἵνα πληρώσῃ τὴν ἐπαγγελίαν τὴν τοῖς πατράσι τῶν Ἑβραίων ἐπηγγελμένην παρὰ Θεοῦ. Οἱ δὲ γεγόνασιν οὕτω σκληροί τε καὶ ἀπειθεῖς ὥστε καὶ ἀντανίστασθαι Δεσπότῃ. Τὸν γὰρ ἀρχηγὸν τῆς ζωῆς θανάτῳ περιβαλεῖν ἐσπούδασαν, καὶ τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν· ἐπειδὴ δὲ σταυρῷ παρέδοσαν τὸν τῶν ὅλων Δεσπότην, ἔδυνεν ὁ ἥλιος ἐπ' αὐτοῖς· συν-