# Commentarii in Lucam (in catenis) 72.940

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.940

εσκότασε δὲ ἐν ἡμέρᾳ τὸ φῶς, κατὰ τὸν θεῖον Ἀμώς. Γέγονε γὰρ σκότος ἀπὸ ὥρας ἕκτης, ἕως ὥρας ἐνάτης· καὶ τοῦτο τοῖς Ἰουδαίοις σημεῖον ἦν ἐναργὲς τοῦ κατασκοτισθῆναι νοητῶς τὰς τῶν σταυρωσάντων ψυχάς. Πώρωσις γὰρ ἀπὸ μέρους γέγονε τῷ Ἰσραήλ. Ἐπαρᾶται δὲ αὐτοῖς καὶ Δαβὶδ ἐκ φιλοθεΐας, λέγων· «Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν.» Καὶ αὐτὴ δὲ ἡ κτίσις, τὸν ἑαυτῆς ἐπένθει Δεσπότην· ὁ μὲν γὰρ ἥλιος ἐσκοτίζετο, διεῤῥήγνυντο δὲ πέτραι, καὶ αὐτὸς δὲ ὁ ναὸς τὸ τῶν πενθούντων ἐπλήρωσε σχῆμα, περιεῤῥηγνυμένου καταπετάσματος ἀπὸ ἄνωθεν ἕως κάτω. Καί τι τοιοῦτον ὑπεσήμαινεν ἡμῖν ὁ Θεὸς διὰ φωνῆς Ἡσαΐου, λέγων· «Καὶ ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ θήσω σάκκον τὸ περιβόλαιον αὐτοῦ.» Ἰδὼν δὲ ὁ ἑκατόνταρχος τὸ γενόμενον, ἐδόξασε τὸν Θεὸν, κ.τ.λ. (A f. 309 b) Ἄθρει δή μοι πάλιν, ὅτι πεπονθὼς ὑπὲρ ἡμῶν τὸ ἐπὶ τοῦ σταυροῦ πάθος, ἤρξατο τοῦ σαγηνεύειν πολλοὺς εἰς ἐπίγνωσιν ἀληθείας. Ὁ γὰρ ἑκατόνταρχος, φησὶν, ἰδὼν τὰ γεγενημένα, ἐδόξαζε τὸν Θεὸν, λέγων, ὅτι «Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.» Ἔτυπτον δὲ καὶ τὰ στήθη τῶν Ἰουδαίων τινὲς, κατανυττόμενοί που πάντως, καὶ τοῖς τῆς διανοίας ὄμμασιν ἀναβλέποντες πρὸς Κύριον, καὶ τάχα που τῆς κατὰ Χριστὸν δυσσεβείας ἀπαλλάττοντες ἑαυτοὺς, διὰ τοῦ τῶν σταυρωσάντων καταβοᾷν, εἰ καὶ μὴ ἐμφανῶς διὰ τὴν τῶν ἡγουμένων ἀνοσιότητα. Οὐκοῦν ἀληθὴς ἦν λέγων ὁ Κύριος· «Ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Κατηκολούθησαν δὲ καὶ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς Γαλιλαίας, κ.τ.λ. (A f. 310 b) Ἠκολούθουν σοφαὶ γυναῖκες τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ, τὰ εἰς πίστιν τὴν ἐπ' αὐτῷ χρήσιμά τε καὶ ἀναγκαῖα συλλέγουσαι. Ἐπειδὴ δὲ τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα τὴν ἑαυτοῦ ἔδωκε σάρκα, ἔδραμον αἱ σοφαὶ πρὸς τὴν τοῦ σώματος θεραπείαν· ᾠήθησαν γὰρ ὅτι ἀπομενεῖ νεκρὸς ἐν μνημείῳ. ΚΕΦΑΛ. ΚΔʹ. Ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου, κ.τ.λ. (A f. 311) Ἀφίκοντο μὲν αἱ γυναῖκες ἐπὶ τὸ μνῆμα· οὐχ εὑροῦσαί γε μὴν τὸ σῶμα τοῦ Χριστοῦ. ἐγήγερτο γὰρ, εἰς πολλὴν πεπτώκασιν ἀπορίαν. Καὶ

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
