# Commentarii in Lucam (in catenis) 72.945

Cyrillus, Commentarii in Lucam (in catenis), Volume 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam-in-catenis/72.945

ἵνα καινοὶ καινῷ συνῶσιν, καὶ ἄφθαρτοι πλησιάζωσιν ἀφθάρτῳ. Διὸ καὶ τὴν Μαρίαν ἐκώλυσεν ἐφάψασθαι αὐτοῦ, καθά φησιν Ἰωάννης, ἕως ἂν ἀπελθὼν ἀφίκηται. Ἀναστάντες αὐτῇ τῇ ὥρᾳ, κ.τ.λ. (D f. 83) Ἀναστάντες, φησὶν, οἱ περὶ Κλεόπαν αὐτῇ τῇ ὥρᾳ, τουτέστιν, ἐν ᾗ ἄφαντος ἀπ' αὐτῶν ἐγένετο ὁ Ἰησοῦς, ἐπέστρεψαν εἰς Ἱερουσαλήμ. Οὐκ ἐν αὐτῇ δὲ τῇ ὥρᾳ, φησὶν, εὗρον τοὺς ἕνδεκα συνηθροισμένους, καὶ ἀπήγγειλαν τὰ κατὰ τὸν Ἰησοῦν, ἀλλὰ τῇ τεσσαρακοστῇ ἡμέρᾳ τῆς αὐτοῦ ἀναστάσεως, ὅτε καὶ ἀνελήφθη. Τὰ τοίνυν ἐν ταῖς μεταξὺ τῶν ἡμερῶν τούτων γενόμενα, παρῆκεν ὁ οὗτος ἄπερ οἱ περὶ Κλεόπαν διηγουμένους εὗρον τοὺς ἕνδεκα καταμόνας λέγοντας, ὅτι ἠγέρθη ὁ Κύριος καὶ ὤφθη Σίμωνι· περὶ οὗ οὐκ ἐμνήσθη ποῦ ἢ πότε ἢ πῶς ὤφθη. Ἐν ταύταις οὖν ταῖς ἡμέραις καὶ τὰ κατὰ τὴν Γαλιλαίαν πέπρακται, περὶ ὧν ἐμνήσθη ὁ Ματθαῖος. Αὐτὸς ὁ Ἰησοῦς ἔστη ἐν μέσῳ αὐτῶν. (A f. 317, D f. 83 b) Νῦν δὲ τῆς ἀκολουθίας ἐχόμενοι, φαμὲν, ὅτι ἤδη πολλαχόθεν τοῦ λόγου τῆς ἀναστάσεως περιθέοντος τοὺς ἀποστόλους, καὶ τοῦ πόθου πρὸς τὴν ὄψιν ἐγηγερμένου, ποθούμενος ἔρχεται, καὶ ζητοῦσι καὶ προσδοκῶσιν ἐμφανίζεται καὶ ἀποκαλύπτεται· πλὴν οὐκέτι κρατουμένοις ὀφθαλμοῖς ἐπιφαίνεται, οὐκέτι ὡς περὶ ἑτέρου διαλέγεται, ἀλλ' ἐμφανῆ ἑαυτὸν δίδωσι καὶ θαῤῥεῖν παρακελεύεται. Οἱ δὲ καὶ οὕτως εἰσὶν ἀμφίβολοι καὶ δεδίασιν· ᾤοντο γὰρ οὐκ αὐτὸν βλέπειν, φάσμα δέ τι καὶ σκιάν. Εἶτα, καὶ τὸν ἐκ τῶν τοιούτων λογισμῶν κατευνάζει θόρυβον, τὸ ἐντριβὲς αὐτοῖς καὶ οὐκ ἄηθες ἐπιφθεγξάμενος ῥῆμα. Ἔφη γάρ· «Εἰρήνη ὑμῖν.» Εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστὲ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; (A f. 317 b, C f. 159, D f. 83 b) Ἵνα βεβαίως καὶ ἐνδοιασμοῦ δίχα πιστεύσειαν αὐτὸν ἐκεῖνον ὄντα τὸν πεπονθότα, διαδείκνυσιν εὐθὺς, ὅτι Θεὸς ὢν φύσει, γινώσκει τὸ κεκρυμμένον, καὶ τὸν ἐν αὐτοῖς τῶν ἐννοιῶν οὐκ ἠγνόησε θόρυβον. Ἔφη γάρ· «Τί τεταραγμένοι ἐστέ;» Ἀπόδειξις αὕτη καὶ μάλα σαφὴς τοῦ μὴ ἕτερον εἶναί τινα τὸν ὁρώμενον, ἀλλ' ἐκεῖνον αὐτὸν, ὃν καὶ τεθέανται τὸν ἐπὶ ξύλου παθόντα θά-

---

Cyrillus Theol., Commentarii in Lucam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg108.local001/.
