# Commentarii in Lucam 77

Cyrillus, Commentarii in Lucam, Page 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam/77

ἀγαθοῦ καὶ τῆς εἰς Χριστὸν ἀγάπης. οὕτως τις ἀκολουθήσει Χριστῷ μονονουχὶ κεκραγώς τε καὶ λέγων πρὸς τὸν τῶν ὅλων σωτῆρα Χριστὸν ὅτι Ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς τοιοῦτος ἦν ὁ μακάριος Παῦλος φάσκων· Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. ἄριστα δὴ οὖν κατευμεγεθεῖν ἐπιτάττει παντὸς πειρασμοῦ τε καὶ διωγμοῦ εὖ εἰδότας ὅτι οἱ τὰ αὐτοῦ ζηλοῦν ἐθέλοντες ἔσονται κοινωνοὶ καὶ μέτοχοι τῆς δόξης αὐτοῦ. οὐ γὰρ εἴ τις γένοιτο τῶν τοῦ θανάτου δεσμῶν καταφρονητής, οὗτος ἀπόλωλεν· ἐν γάρ τοι τῷ ἀπολέσαι τὴν ἑαυτοῦ ψυχὴν εὑρήσει μᾶλλον αὐτήν, ὡς ἔν γε τῷ εὑρεῖν ὑποστήσεται τὴν ἀπώλειαν. Zu Lk 9, 25a Ὅτι δὲ κρεῖττον ἀπαραβλήτως τῆς ἐν κόσμῳ λαμπρότητος καὶ τρυφῆς τὸ εὐδοκιμεῖν ἐστιν ἐν ἀγάπῃ τῇ κατὰ Χριστόν, διαδείκνυσιν εἰπών· Zu Lk 9, 25b Ὅταν γάρ τις εἰς τὸ παραυτίκα ἡδὺ μᾶλλον ἢ τὸ χρήσιμον ἀποβλέπων παραιτήσηται μὲν τὸ παθεῖν, ἕληται δὲ τὸ διαβιῶναι λαμπρῶς, κἂν εἰ πλοῦτον ἔχοι καὶ περιουσίαν χρημάτων, τί τὸ ὄφελος ἐντεῦθεν αὐτῷ τὴν ψυχὴν ἀπολέσαντι; παράγεται γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου καὶ ἐν ἴσῳ σκιαῖς μετακλίνεται τὰ τερπνὰ καὶ ἀφίπταται τῶν ἐχόντων ὁ πλοῦτος· οὐ γὰρ ὠφελήσουσι θησαυροὶ ἀνόμους, δικαιοσύνη δὲ ῥύεται ἐκ θανάτου.

---

Cyrillus Theol., Commentarii in Lucam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg030.local001/.
