# Commentarii in Lucam 78

Cyrillus, Commentarii in Lucam, Page 78. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam/78

Zu Lk 9, 26a Ἵνα δὲ καὶ τὸν τοῦ ἐθελῆσαι πονεῖν ἐναργῆ καταστήσῃ μισθόν, ἐπιφέρει τούτοις καί φησιν· Zu Lk 9, 26b Πολλὰ δὲ κατὰ ταὐτὸν ἐργάζεται χρήσιμά τε καὶ ἀναγκαῖα διὰ τούτων τῶν λόγων. πρῶτον μὲν γὰρ δείκνυσιν ὅτι πάντη τε καὶ πάντως ἕψεται τοῖς αἰσχυνομένοις αὐτόν τε καὶ τοὺς αὐτοῦ λόγους τὸ τῶν ἴσων τυχεῖν. τί δ' ἂν γένοιτο τούτῳ τὸ ἰσοστατοῦν εἰς δύναμιν εὐθυμίας; εἰ γὰρ ἐπαισχύνεταί τινας ὁ κριτὴς ὡς ἐποφείλων αὐτοῖς τὸν τῆς εὐπειθείας μισθὸν καὶ τῆς εἰς ἑαυτὸν ἀγάπης τὰ γέρα καὶ τὸν τῆς εὐνοίας στέφανον, πῶς οὐκ ἔστιν ἀναμφιλόγως εἰπεῖν ὅτι πάντη τε καὶ πάντως ἐν ἀτελευτήτοις ἔσονται τιμαῖς τε καὶ δόξαις οἱ τῶν οὕτω λαμπρῶν τετυχηκότες ἀγαθῶν; εἶτα πρὸς τούτοις φόβον αὐτοῖς ἐντίκτει καταβήσεσθαι λέγων ἐξ οὐρανοῦ οὐκ ἐν σμικροπρεπείᾳ τῇ πρώτῃ καὶ ἐν ὑφέσει τῇ καθ' ἡμᾶς, ἀλλ' ἐν δόξῃ τῇ τοῦ πατρὸς δορυφορούντων ἀγγέλων. οὐκοῦν παγχάλεπον καὶ ὀλέθρου μεστὸν τὸ καταγνωσθῆναι μὲν ἐπὶ ἀφιλίᾳ τε καὶ ἀφιλεργίᾳ καταφοιτήσαντος ἄνωθεν τοῦ κριτοῦ καὶ ἀγγελικῶν ταγμάτων περιεστηκότων, μέγα δὲ καὶ παντὸς θαύματος ἄξιον καὶ τῆς εἰς λῆξιν εὐημερίας πρόξενον τὸ ἐπὶ τοῖς ἤδη προπεπονημένοις χαίρειν αὐτοὺς καὶ τὸ προσδοκᾶν τῶν ἱδρώτων τὰς ἀμοιβάς· ἐπαινεθήσονται γὰρ οἱ τοιοίδε Χριστοῦ λέγοντος· Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἑτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.

---

Cyrillus Theol., Commentarii in Lucam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg030.local001/.
