# Commentarii in Lucam 80

Cyrillus, Commentarii in Lucam, Page 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam/80

πληροῦν ἐν Ἱερουσαλήμ, τουτέστι τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον καὶ τὸ σωτήριον πάθος, τὸ ἐπί γέ φημι τῷ τιμίῳ σταυρῷ· δόξαν γὰρ αὐτὸ καλοῦσιν ἀεί. καὶ γάρ ἐστιν ἀληθὲς ὅτι ὁ διὰ Μωυσέως νόμος καὶ τῶν ἁγίων προφητῶν ὁ λόγος τὸ Χριστοῦ μυστήριον προανέδειξαν, ὁ μὲν ἐν τύποις καὶ σκιαῖς, μονονουχὶ καθάπερ ἐν πίνακι καταγράφων αὐτό, οἱ δὲ πολυτρόπως προηγορευκότες ὡς καὶ ὀφθήσεται κατὰ καιροὺς ἐν εἴδει τῷ καθ' ἡμᾶς καὶ ὅτι τῆς πάντων ἕνεκα σωτηρίας καὶ ζωῆς οὐ παραιτήσεται τὸ παθεῖν τὸν ἐπὶ ξύλου θάνατον. οὐκοῦν ἡ Μωυσέως καὶ Ἠλίου παράστασις καὶ τὸ προσλαλεῖν ἀλλήλοις αὐτοὺς οἰκονομία τις ἦν εὖ μάλα καταδεικνύουσα δορυφορούμενον μὲν ὑπὸ νόμου καὶ προφητῶν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὡς καὶ νόμου καὶ προφητῶν δεσπότην, προκαταδειχθέντα δὲ παρ' αὐτῶν, δι' ὧν ἀλλήλοις συνῳδὰ προεκήρυξαν. Zu Lk 9, 29 Πεπρᾶχθαι δέ φαμεν τὴν μεταμόρφωσιν οὐχὶ δή που τὸ σχῆμα τὸ ἀνθρώπινον μεταβαλόντος τοῦ σώματος, ἀλλὰ δόξης τινὸς φωτοειδοῦς περιστελλούσης αὐτὸ καὶ τὸν ἀτιμότατον τῆς σαρκὸς χαρακτῆρα μεταχρωννύσης ὥσπερ εἰς ὄψιν εὐκλεεστέραν κατὰ τὸ Σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ, παρὰ τοῦ μακαρίου Παύλου καλῶς τε καὶ ὀρθῶς εἰρημένον. νυνὶ μὲν γὰρ αὐτὸ τοῦτο σάρξ ἐστι γυμνή, οὐ δόξῃ τινὶ κατακεχρωσμένη, οὐ λαμπρότητι φυσικῇ κατηγλαϊσμένη, ψιλὴν δὲ καὶ μόνην τὴν ἐκ φύσεως ἀδοξίαν καὶ ἀσθένειαν ἔχουσα, κατὰ δὲ τὸν τῆς ἀναστάσεως καιρὸν ἐξαλλαγή τις ἔσται θεοπρεπὴς καὶ δόξης, οὐ σχήματος, μεταβολή. θείας γὰρ δόξης

---

Cyrillus Theol., Commentarii in Lucam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg030.local001/.
