# Commentarii in Lucam 82

Cyrillus, Commentarii in Lucam, Page 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam/82

εἰς βεβαίωσιν τῆς ἐπ' αὐτῷ πίστεως καὶ οὐχὶ μόνοις τοῖς μαθηταῖς, ἀλλὰ καὶ ἡμῖν αὐτοῖς. ἐκ νεφέλης γὰρ ἄνωθεν ὡς ἐκ τοῦ θεοῦ καὶ πατρὸς κατεδόθη φωνὴ λέγοντος· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ὁ ἐκλελεγμένος. Zu Lk 9, 36 Καὶ ἐν τῷ γενέσθαι, φησί, τὴν φωνὴν εὑρέθη Ἰησοῦς μόνος. ἑστῶτος Μωυσέως καὶ Ἠλίου αὐτοῦ μᾶλλον ἀκούειν αὐτοὺς ἐπιτάττει. ἵνα δὲ μὴ συκοφαντῆται παρά τινων ἡ ἀλήθεια λεγόντων ὅτι Μωυσέως μᾶλλον ἀκούειν αὐτοὺς προστέταχεν ὁ πατὴρ καὶ οὐ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ, ἀναγκαίως ὁ εὐαγγελιστὴς ἐπεσημήνατο λέγων ὅτι ἐν τῷ γενέσθαι τὴν φωνὴν εὑρέθη Ἰησοῦς μόνος. αὐτοῦ τοιγαροῦν ἀκούειν προστέταχε· καὶ γάρ ἐστιν αὐτὸς τέλος νόμου καὶ προφητῶν. διὰ τοῦτο καὶ τοῖς Ἰουδαίων δήμοις προσεφώνει λέγων· Εἰ ἐπιστεύετε Μωυσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. Zu Lk 9, 37—40 Ἀκηκόαμεν ὅτι προσδεδράμηκέ τις Χριστῷ τῶν ἀπὸ τοῦ πλήθους παιδὸς ἀρρωστίαν οὐ φορητὴν ἐξηγούμενος· ἔφη γὰρ σπαράσσεσθαι μὲν αὐτὸν ἀγρίως ὑπὸ πνεύματος πονηροῦ, παγχάλεπον δὲ τὴν συντριβὴν ὑπομένειν. πλὴν οὐκ ἀμώμητον ἐποιεῖτο τὴν πρόσοδον· κατεβόησε γὰρ τοῦ χοροῦ τῶν ἁγίων ἀποστόλων, μὴ ἰσχῦσαι λέγων αὐτοὺς ἐπιτιμῆσαι τῷ δαίμονι. ἀλλ' ἦν ἄμεινον τιμῶντα μᾶλλον τὸν Ἰησοῦν τὴν ἐπικουρίαν αἰτεῖν καὶ τὴν παρ' αὐτοῦ ζητῆσαι χάριν. κατανεύει γὰρ τιμώμενος καὶ πιστευόμενος πρὸς ἡμῶν, ὅτι

---

Cyrillus Theol., Commentarii in Lucam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg030.local001/.
