# Commentarii in Lucam 93

Cyrillus, Commentarii in Lucam, Page 93. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam/93

καταλύσει παρ' αὐτοῖς, ἀλλ' ἵνα πάλιν καὶ τοῦτο ὠφελείας πρόφασις τοῖς ἁγίοις γένηται μαθηταῖς, συγκεχώρηκεν ἀπελθεῖν. καὶ ποία τις ἦν ἡ τοῦ πράγματος οἰκονομία; ἀνέβαινεν εἰς Ἱεροσόλυμα· τὸν τοῦ πάθους καιρὸν ἔχων ἤδη γείτονα ἔμελλε τῆς Ἰουδαίων ἀνέχεσθαι παροινίας. ἵνα τοίνυν, ὅταν παθόντα ἴδωσι, μὴ σκανδαλισθῶσιν, ἐννοοῦντες ὅτι καὶ αὐτοὺς ἀνεξικάκους εἶναι βούλεται, κἂν ὑβρίζωσί τινες, οἷόν τι προγύμνασμα τοῦ πράγματος τὴν ἐκ τῶν Σαμαρειτῶν ὕβριν ἐποιήσατο, οἳ οὐκ ἐδέξαντο τοὺς ἀγγέλους. ἔδει τοῖς δεσποτικοῖς ἴχνεσιν ἀκολουθοῦντας τοὺς μαθητὰς διακαρτερῆσαι μᾶλλον ἁγιοπρεπῶς καὶ μηδὲν ἐπ' αὐτοῖς τῶν ἐξ ὀργῆς εἰπεῖν. ἀλλ' ἦσαν οὐ τοιοῦτοι· θερμοτέρῳ δὲ ζήλῳ κεκρατημένοι πῦρ αὐτοῖς ἐξ οὐρανοῦ κατενεγκεῖν ἤθελον τό γε ἧκον ἐπ' αὐτοῖς. Zu Lk 9, 55 Ἀληθεύει τοιγαροῦν ὁ τῶν ὅλων δεσπότης οὕτω λέγων· Οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδὲ ὥσπερ αἱ ὁδοί μου αἱ ὁδοὶ ὑμῶν. ἀλλ' ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχουσιν αἱ ὁδοί μου ἀπὸ τῶν ὁδῶν ὑμῶν καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῶν διανοημάτων μου. ἐπετίμα τοίνυν χρησίμως τοῖς ἑαυτοῦ μαθηταῖς περιστέλλων ἀστείως τὴν ὀξυθυμίαν καὶ ἀναπείθων ἀνεξικακεῖν. ὠφέλησε δὲ καὶ καθ' ἕτερον τρόπον αὐτούς. ἔμελλον ἔσεσθαι τῆς ὑπ' οὐρανὸν μυσταγωγοί, πόλεις τε καὶ χώρας περιφοιτᾶν διακηρύττοντες πανταχοῦ τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα· ἀλλ' ἦν ἀνάγκη τοῦτο δρᾶν ἐθέλοντας καὶ ἀνοσίοις τισὶ περιπίπτειν ἀνδράσιν οὐκ ἀνεχομένοις τοῦ θείου κηρύγματος οὔτε μὴν ἐῶσιν οἷον καταλῦσαι παρ' αὐτοῖς τὸν Ἰησοῦν. ἵνα τοίνυν μάθοιεν ὅτι τὸ θεῖον ἱερουργοῦντες κήρυγμα μεστοὶ μᾶλλον ὀφείλουσιν εἶναι ἀνεξικακίας καὶ ἡμερότητος, οὐκ ἀμυντικοὶ καὶ ὀργίλοι καὶ τοῖς πλημμελοῦσιν εἰς αὐτοὺς ἐπιπηδῶντες ἀγρίως, διὰ τῆς ἐπιτι-

---

Cyrillus Theol., Commentarii in Lucam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg030.local001/.
