# Commentarii in Lucam 95

Cyrillus, Commentarii in Lucam, Page 95. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam/95

Ἰουδαϊκῆς πολλοί, ἐπεπήδα δὲ μᾶλλον τοῖς ἀποστολικοῖς ἀξιώμασι καὶ ταύτην ἔχειν ἐζήτει τὴν ἀκολούθησιν καὶ αὐτόκλητος ἦν εἰς τοῦτο καίτοι γράφοντος τοῦ μακαρίου Παύλου ὅτι Οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ θεοῦ, καθὼς καὶ Ἀαρὼν καὶ οἱ θεσπέσιοι μαθηταί. καὶ καθ' ἕτερον δὲ τρόπον δικαίως αὐτὸν ἀπόπεμπτον ἐποιήσατο· ἐχρῆν γὰρ αὐτὸν λαβεῖν τὸν ἑαυτοῦ σταυρόν, τουτέστιν ἀποθανεῖν τῷ κόσμῳ ἤγουν ἀποτάξασθαι τοῖς ματαίοις τοῦ παρόντος βίου περισπασμοῖς· ἡ γὰρ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστι. τοιοῦτον ὄντα τὸν ἄνθρωπον ἐλέγχει πλαγίως οὐκ ὀνειδίζων μᾶλλον, ἀλλ' ἐπανορθῶν, ἵνα ἑαυτοῦ γένηται βελτίων. διὰ τοῦτό φησιν· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ ἑξῆς. Zu Lk 9, 58 Καὶ ἡ μὲν ἁπλουστέρα καὶ πρόχειρος τῶν εἰρημένων διάνοια τοιαύτη τίς ἐστιν ὅτι Καὶ τὰ θηρία καὶ τὰ πετεινὰ καταδύσεις ἔχουσι καὶ καταλύματα, ἐγὼ δὲ τὰς παρὰ πολλῶν ὀχλήσεις οὔπω δύναμαι διαφυγεῖν· οὐ γὰρ ἔχω ποῦ καταλύσω καὶ ἀναπαύσομαι καὶ ἀνακλίνω τὴν κεφαλήν. ἥ γε μὴν ἔσω κεκρυμμένη τε δήλωσις διὰ βαθυτέρων ἐννοιῶν ἔρχεται. ἔοικε γὰρ ἀλωπεκάς τε καὶ οὐρανοῦ πετεινὰ τὰς πονηράς τε καὶ πανούργους καὶ ἀντικειμένας δυνάμεις καλεῖν ἤτοι τὰς τῶν δαιμόνων ἀγέλας· κέκληνται γὰρ οὕτω πλεισταχοῦ παρὰ τῆς θεοπνεύστου γραφῆς. ὁ μὲν γὰρ μακάριος ψαλμῳδὸς ἔφη περί τινων· Μερίδες ἀλωπέκων ἔσονται. ἐν δὲ τῷ ᾄσματι τῶν ᾀσμάτων γέγραπται· Πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας ὡς τῶν μεγάλων δηλαδὴ διαπεφευγότων. καὶ αὐτὸς δέ που Χριστὸς περὶ Ἡρώδου φησίν· Εἴπατε τῇ ἀλώπεκι ταύτῃ. ἔφη δέ που καὶ περὶ τῶν καταβληθέντων ἐν τῇ γῇ σπερμάτων ὅτι Ἦλθον τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατέφαγον αὐτά.

---

Cyrillus Theol., Commentarii in Lucam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg030.local001/.
