# Commentarii in Lucam 98

Cyrillus, Commentarii in Lucam, Page 98. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-lucam/98

ἀφεμένους, τῆς περὶ πτωχοὺς ἐπιμελείας, διὰ τὴν τοῦ λόγου διακονίαν, οὐ μὴν οὕτω γε ταύτης ἀφειμένους ὡς μὴ καὶ ταύτης ποιήσασθαι πρόνοιαν. ἀλλ' ᾠκονομήθη καὶ τὸ ἔλαττον, ἡ περὶ τὰς τραπέζας διακονία, καὶ τὸ μεῖζον οὐκ ἐνεποδίσθη, ἡ τοῦ κηρύγματος καταγγελία. Zu Lk 9, 61f Ἀξιοζήλωτος μὲν ἡ ὑπόσχεσις καὶ παντὸς ἐπαίνου μεστή. τὸ δέ γε ζητεῖν ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκον αὐτοῦ διαδείκνυσιν ὅτι μεμέρισταί πως καὶ οὔπω νῷ βεβηκότι πρὸς τοῦτο βαδίζει. τὸ γὰρ ὅλως προσανακοινοῦσθαι θέλειν τοῖς κατὰ γένος οἰκείοις καὶ συμβούλους ἔχειν τοὺς μὴ τὰ ἴσα φρονεῖν ἑλομένους αὐτῷ μήτε μὴν ἀποδεξαμένους ἔσθ' ὅτε τὸν ἐπὶ τούτῳ σκοπὸν ἀποφήνειεν ἂν εὐθὺς ἀσθενοῦντά πως ἔτι καὶ σκάζοντα. διὸ καὶ μᾶλλον ἐπιτιμητικῶς ἢ διδασκαλικῶς ἀκούει τὸ Οὐδεὶς βαλὼν τὴν χεῖρα ἐπ' ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ θεοῦ. ὥσπερ γὰρ ὁ γηπόνος τῆς διὰ τῶν ἀρότρων ἀνατομῆς ἀρξάμενος, ὅταν ὀκνήσῃ πρὸς τὸ λεῖπον τῷ παντὶ πόνῳ, οὐκ ὄψεται τοῖς ἀστάχυσι κομῶσαν τὴν γῆν, οὐ πλήρη δραγμάτων τὴν ἅλω, προσοφλήσει δὲ τοῖς ὁρῶσι καὶ γέλωτα, οὕτως εἴ τις ἕλοιτο μὲν ἀκολουθῆσαι Χριστῷ, μὴ μὴν ἔτι καὶ ἀναβάλλοιτο χαίρειν εἰπὼν τοῖς ἐν κόσμῳ πράγμασιν. ἀποταξάμενος δὲ καὶ τοῖς κατὰ σάρκα οἰκείοις κατορθώσει οὗτος τὴν ἐφ' ἅπασι τοῖς ἐπαινετοῖς ἀγαθὴν εὐτολμίαν καὶ εὔθετος ἔσται τῇ βασιλείᾳ τοῦ θεοῦ. ὁ δὲ μὴ τοιοῦτος ἐπιβάλλει μὲν ἀρότρῳ τὴν χεῖρα διότι πρόθυμός ἐστιν ἐπακολουθεῖν, ὀπίσω δὲ βλέπει διότι μελλήσεως καὶ ἀναβολῆς ποιεῖται πρόφασιν τὴν οἴκαδε πορείαν καὶ τὴν πρὸς τοὺς οἰκείους διάλεξιν. ἀλλ' οὐ τοιούτους ὄντας εὑρήσομεν τοὺς ἁγίους ἀποστόλους· ἀκηκόασι γὰρ λέγοντος τοῦ Ἰησοῦ· Δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. οἱ δὲ παραχρῆμα, φησίν, ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ. γράφει δὲ καὶ ὁ σοφώτατος

---

Cyrillus Theol., Commentarii in Lucam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg030.local001/.
