# Commentarii in Matthaeum (in catenis) 165

Cyrillus, Commentarii in Matthaeum (in catenis), Fragment 165. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-matthaeum-in-catenis/165

Mt 13, 12—13 Τοῖς ἐπιεικέσι καὶ φιλομαθέσιν ἔχουσι γνῶσιν ἐνοικισθήσεται τὸ θεῖον φῶς πλουσιώτερον ἢ πάλαι, τοῖς δὲ ἐσχηκόσι σπινθῆρα φωτὸς νοητοῦ, εἰς ἀσύνετον δὲ τραπεῖσι γνῶσιν σβεσθήσεται καὶ αὐτὸ τὸ μικρὸν ὃ ἔχουσι σέλας, ὅπερ πεπόνθασιν Ἰουδαῖοι εἰς Χριστὸν μὴ πιστεύσαντες· εἶχον γὰρ μικρὰν φωταγωγίαν ἐκ τοῦ νόμου ὁδηγοῦσαν αὐτοὺς ἐπὶ τὴν εἰς θεὸν γνῶσιν. ἐπειδὴ δὲ εἰς Χριστὸν δεδυσσεβήκασιν, καὶ αὐτῆς ἐστερήθησαν. ὁ μέντοι κύριος σαφέστερον δεικνὺς τί ἐστιν ὅπερ εἶπεν, ὅτι τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ' αὐτοῦ, ἐπάγει· διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέπουσιν καὶ ἀκούοντες οὐκ ἀκούουσιν οὐδὲ συνιοῦσιν.

---

Cyrillus Theol., Commentarii in Matthaeum (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg029.local001/.
