# Commentarii in Matthaeum (in catenis) 189

Cyrillus, Commentarii in Matthaeum (in catenis), Fragment 189. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-matthaeum-in-catenis/189

Mt 15, 34—39 Ἐκ πολλῶν δὲ ὁ Χριστὸς δείκνυσιν, ὅτι θεός ἐστιν· οὐδὲν ἧττον καὶ ἐκ τοῦ τρέφειν ἐν ἐρήμῳ τὸν ὄχλον τοῦτο παρίστησιν οἱονεί πως καὶ ἄκων διὰ τὴν ἀνάγκην καὶ τὸ τῆς τροφῆς δυσπόριστον ποιῶν τὸ τῶν ἄρτων σημεῖον, ὅπερ οὐκ ἂν ἐποίησεν ἐν πόλει, ὅπου τῶν ὠνίων ἡ ἀφθονία· πλὴν δυνάμενος λόγῳ κραταιῶσαι αὐτοὺς διὰ τὸ ἀφανὲς τοῦτο οὐ ποιεῖ· τὸ δὲ τῶν ἄρτων ὡς ἐναργῶς δεικνύων τὴν αὐτοῦ θεοπρεπῆ δόξαν ἐποίησεν. Οὐκ εἶπεν ὁ Πέτρος· σὺ εἶ Χριστὸς ἢ υἱὸς τοῦ θεοῦ, ἀλλὰ ὁ Οὐκ εἶπεν ὁ Πέτρος· σὺ εἶ Χριστὸς ἢ υἱὸς τοῦ θεοῦ, ἀλλὰ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ· πολλοὶ μὲν γὰρ χριστοὶ κατὰ χάριν καὶ υἱοθεσίας ἀξίωμα ἔχοντες, ἀλλὰ μόνος εἷς ὁ φύσει υἱὸς τοῦ θεοῦ. διὸ μετὰ τοῦ ἄρθρου ἔφη ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ. εἰπὼν δὲ αὐτὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος δείκνυσιν, ὅτι αὐτὸς ζωὴ ἦν καὶ θάνατος αὐτοῦ οὐ κυριεύει. κἂν γὰρ πρὸς ὀλίγον ἡ σὰρξ ἠσθένησεν ἀποθανοῦσα, ἀλλ' ἀνέστη μὴ δυναμένου τοῦ ἐν αὐτῇ λόγου ὑπὸ δεσμὰ θανάτου κρατεῖσθαι.

---

Cyrillus Theol., Commentarii in Matthaeum (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg029.local001/.
