# Commentarii in Matthaeum (in catenis) 274

Cyrillus, Commentarii in Matthaeum (in catenis), Fragment 274. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-matthaeum-in-catenis/274

Mt 24, 36 Εἰ καὶ ἡ συντέλεια δήλη ἦν, τί οὐκ ἂν ἐποίησαν; εἰ ὁ υἱὸς σοφία ἐστὶν τοῦ πατρὸς καὶ εἰ, ἃ οἶδεν αὐτός, οὐκ οἶδεν ἡ σοφία, εὑρίσκεται πάλιν αὐτὸς ἀγνοῶν ἢ ὅτι ἡ φύσις αὐτοῦ βελτίων ἐστὶν τῆς σοφίας αὐτοῦ, καὶ εὑρίσκεται σύνθετος καὶ ἀνόμοιος ἑαυτῷ ὁ ἁπλοῦς θεός· πλὴν οὐ τὸ ἀγνοεῖν καὶ εἰδέναι ποιεῖ τῆς οὐσίας διαφορὰν ὥσπερ οὐδὲ ἐπ' ἀνθρώπων, ἀλλὰ πάθος ἐστὶν τὸ τῆς ἀγνοίας, ὅπερ οὐκ ἔχει ὁ υἱός, ἀλλὰ θεός ἐστιν φύσει καὶ κατὰ τοὺς αἱρετικοὺς πάθους ἀνεπίδεκτος. εἰ δὲ πάντα τὰ τοῦ υἱοῦ τοῦ πατρός ἐστιν καὶ πάντα τὰ τοῦ πατρὸς τοῦ υἱοῦ, ἢ ἀμφότεροι ἀγνοοῦσιν ἢ οἶδεν ὁ πατὴρ καὶ ὁ υἱὸς οἶδεν ὡς ἔχων τοῦ πατρὸς πάντα κατὰ φύσιν αὐτῷ ὄντα· οὐ γὰρ περὶ τῆς δεσποτείας τῶν κτισμάτων τοῦτό φησιν· πλὴν ἡνίκα ὀνομάζει ἡ γραφὴ πατέρα, τὸ σύμπαν τῆς ἐν ἁγίᾳ τριάδι νοουμένης καὶ προσκυνουμένης θεότητος σημαίνει.

---

Cyrillus Theol., Commentarii in Matthaeum (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg029.local001/.
