# Commentarii in Matthaeum (in catenis) 277

Cyrillus, Commentarii in Matthaeum (in catenis), Fragment 277. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-matthaeum-in-catenis/277

Mt 24, 48—51 Ὅτι δὲ ὁ λόγος κατὰ τῶν ἡγουμένων τῶν ἐν τρυφαῖς σχολαζόντων· κακὸν γὰρ καὶ πονηρὸν δοῦλον ὠνόμασε τὸν ἀμελῆ διδάσκαλον, ὃς διὰ τὸ ἀπεῖναι τὸν κριτὴν καὶ μὴ ὁρᾶσθαι διὰ τὸ ἀνεξίκακον τύπτει πικρῶς τοὺς ὑπὸ χεῖρα καὶ συναναμίγνυται τοῖς φιλοσάρκοις· οἱ γὰρ ἁμαρτάνοντες ὡς μὴ παρόντος τοῦ κριτοῦ ἁμαρτάνουσιν καὶ ὡς μὴ λογιζόμενοι κρίσιν. διὰ δὲ τοῦ τύπτεσθαί τινας ἐξ αὐτῶν δείκνυσι τοὺς κατὰ ψυχὴν βλαπτομένους ἐκ τῆς τῶν ἡγουμένων τρυφῆς, καθώς φησιν· ὁ ἀπόστολος· «οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν». ἐπαπειλεῖ οὖν τοῖς τρυφῶσι τὰ ἔσχατα ὑποστῆναι· ἀποσχίζει γὰρ αὐτὸν καὶ διαιρεῖ ἀπ' αὐτοῦ μετ' ἀλγηδόνων τῷ ζῶντι ἑαυτοῦ λόγῳ τοῦ ἑνωθέντος αὐτῷ ἐν τῷ αἰῶνι πνεύματος ἤγουν τοῦ θείου χαρίσματος· οἱ ὑποκρινόμενοι γὰρ τὰ ὀρθὰ φρονεῖν μὴ φρονοῦντες δὲ ὡς δεῖ, ἀλλὰ τὴν ἀρετὴν μὲν ἔξωθεν σχήματι μόνῳ περικείμενοι διχῇ τμηθήσονται κατὰ τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως, ἥ ἐστιν ἀπὸ τοῦ πνεύματος εἰς τὸ διηνεκὲς ἀλλοτρίωσις· νῦν μὲν γὰρ εἰ καὶ μὴ ἀνακέκραται τοῖς ἀναξίοις, ἀλλ' οὖν παρεῖναί πως δοκεῖ τοῖς ἅπαξ ἐσφραγισμένοις τὴν ἐκ τῆς ἐπιστροφῆς αὐτῶν σωτηρίαν ἀναμένων. τότε δὲ ἐξ ὅλης τῆς βεβηλωσάσης αὐτοῦ τὴν χάριν ψυχῆς ἀποτμηθήσεται καὶ μετὰ τῶν ὑποκριτῶν τὸ μέρος αὐτοῦ τεθήσεται. ὑποκριτὰς δέ φησι τοὺς τὰ ὀρθὰ μὲν διδάσκειν πειρωμένους, δι' ὧν δὲ ποιοῦσιν καταβλάπτοντας πλείω τοὺς μαθητευομένους. ἐπὶ τοίνυν, φησίν, τῶν οὐ κατὰ τὸ δέον χρησομένων ἐν τῷ παρόντι βίῳ τῇ ἐγχειρισθείσῃ αὐτοῖς λειτουργίᾳ παρὰ κυρίου οὐ μόνον οὐ προσθήσει ἑτέραν, ἀλλὰ καὶ τὴν ἤδη μετουσίαν αὐτοῖς ἐγγενομένην τοῦ πνεύματος, οὗ ἔτυχον πρὸς ἐκκλησιαστικὴν λειτουργίαν προχειρισθέντες, ἀφελόμενος, οὕτως αὐτοὺς παραδώσει τῇ κολάσει· οὐ γὰρ οἷόν τε σὺν τῷ πνεύματι παραδοθῆναί τινα εἰς κόλασιν· οὐ γὰρ σωματικὴν ὑποφαίνει τομήν, ἀλλὰ τὴν τῆς υἱοθεσίας τοῦ πνεύματος γύμνωσιν. κολάζονται τοίνυν ἀνθ' ὧν ἐγέλων, βρύξουσι δὲ «τοὺς ὀδόντας» λογιζόμενοι τὸ τέλος τοῦ πόνου καὶ τὴν ὑπερβολὴν τῆς κολάσεως.

---

Cyrillus Theol., Commentarii in Matthaeum (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg029.local001/.
