# Commentarius in Isaiam prophetam 70.1084

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.1084

αὐτήν; ἢ τίνι ὑπόχρεως πέπρακα ὑμᾶς; ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν. Ἀσώματόν τε τὸ Θεῖον, ἄϋλόν τε καὶ ἀφανὲς, καὶ ἁπλοῦν. Καὶ οὐκ ἄν τις ἐπ' αὐτῷ τὰ εἰκότα δρῶν φαντασίαν τινὰ λάβῃ σωματικήν. Πλὴν τὸ Γράμμα τὸ ἱερὸν ἀνθρωπίνως ἡμῖν τὰ περὶ αὐτοῦ διαλέγεται. Οὐ γὰρ ἦν ἑτέρως νοεῖν δύνασθαι τοὺς ἐν ἁπλοῖς καὶ παχέσιν ὄντας σώμασιν. Εἰ μὴ καθάπερ ἐν τάξει παραδειγμάτων παρεκομίσθη τὰ καθ' ἡμᾶς, ἵνα ἐκ τῶν ἐν αἰσθήσει καὶ ὁρατῶν πραγμάτων, κἂν γοῦν ἐκ μέρους νοεῖν ἰσχύσωμεν, τὰ περὶ τῆς θείας τε καὶ ὑπερτάτης οὐσίας, ἣ καὶ πάσης ἐστὶν ἐπέκεινα φαντασίας σωματικῆς. Ἄθρει δὴ ἐν τούτοις ἀνθρωποπρεπῆ γεγονότα τῷ προφήτῃ τὸν λόγον. Οἷα γάρ τις ἀνὴρ γυναικὶ σύνοικος, καὶ συνηρμοσμένος, τοῖς Ἰουδαίων δήμοις διαλέγεται, καί φησι περὶ τῆς αὐτῶν μητρός· φημὶ δὴ τῆς ἐπιγείου, καὶ αἰσθητῆς Ἱερουσαλήμ· ἵνα δὴ πάλιν δι' αὐτοῦ, καὶ ὡς ἐν προσώπῳ μιᾶς γυναικὸς τὸ αὐτῶν νοῆται σύστημα. Ὥσπερ γὰρ Ἐκκλησίαν λέγοντες, οὐ ταῖς τῶν τειχῶν περιβολαῖς τὴν τῆς λέξεως δύναμιν ἐπάγειν εἰθίσμεθα, καταδηλοῦμεν δὲ μᾶλλον τῶν ἐν αὐτῇ θεοσεβεῖν ᾑρημένων τὴν εὐαγεστάτην πληθύν· οὕτω κἂν εἴ τις λέγοι τὴν Ἰουδαίων μητέρα, πάλιν οὐδὲν ἧττον αὐτοὺς κατασημαίνει. Οὐκοῦν οὐκ ἐγὼ, φησὶν, ἀποβέβληκα τὴν μητέρα ὑμῶν, καίτοι γεγονὼς αὐτῇ καθάπερ ἐν τάξει νυμφίου, καὶ τὰ τῆς ἐπιεικείας σπέρματα καταβαλὼν διά τε νόμου καὶ προφητῶν· ἀπεφοίτησε δὲ μᾶλλον αὐτὴ τῶν εἰς ἐμὲ δικαίων ὀλιγωρήσασα, καὶ μικροῦ παντελῶς ἀξιώσασα λόγου τὸ εἶναι μετὰ Θεοῦ. Ἐπεὶ ποῖον αὐτῇ δέδοται παρ' ἐμοῦ τῆς ἀποστασίας βιβλίον; Ἐκπέμπει μὲν γὰρ οὐδένα Θεὸς τῆς πρὸς αὐτὸν οἰκειότητος· ἀποσείεται δὲ τῶν ὀρθοποδεῖν εἰωθότων οὐδένα· ἀλλ' οἵπερ ἂν εἶεν γνήσιοί τε πρὸς πίστιν, καὶ ἀγαθουργίας ἁπάσης ἐπιστήμονες, τούτοις ἐφίησι τὸ ἐξεῖναι διὰ παντὸς τὴν πρὸς αὐτὸν οἰκειότητα καταπλουτεῖν ἀραρότως. Ἔξω γε μὴν τῆς τοιαύτης ἔρχεται δόξης ὅ γε τοῖς θείοις αὐτοῦ θεσπίσμασιν ἀσυμφυῆ καὶ ἀσύμβατον τὴν διάνοιαν ἔχων, καὶ φιλήδονος ὢν μᾶλλον, ἢ φιλόθεος. Οὐκοῦν ὡς ἐν ἀνδρὸς τάξει, τῇ τῶν Ἰουδαίων συνοικίσας μητρί· Ποῖον, φησὶ, τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ἐν ᾧ ἐξαπέστειλα αὐτήν; Οὐ γὰρ ἄν τις ἐπιδείξειε, φησὶν, ἐμὲ μᾶλλον αὐτὴν ἐξώσαντα, καὶ μεμισηκότα, καταγνώσεται δὲ μᾶλλον αὐτῆς, ὡς αὐτόκλητον ἑλομένης τὴν ἀπόστασιν. Τίνι δὲ ὑπόχρεως ὢν πέπρακα ὑμᾶς; Ἕτερον ἐν τούτοις τὸ σχῆμα τοῦ λόγου. Ὡς γὰρ οἰκέταις δεσπότης διαλέγεται. Ἆρα γὰρ, ὡς ἄνθρωπος, φησὶν, ἐν ἐνδείᾳ χρημάτων πεπιεσμένος, καὶ χρεώσταις περιπεσὼν ἀπεδόμην δεσπόταις ἑτέροις οἰκέτας ὄντας ἐμούς; Καίτοι πῶς τοῦτο οὐκ εὔηθες παντελῶς, ἢ νοεῖν, ἢ φράσαι; Πέρα γὰρ ἀνάγκης τὸ Θεῖον, καὶ οὐδὲν ἐπέκεινα τὸ σύμπαν αὐτοῦ. Οὐκοῦν οὐ πέπρακα, φησὶν, οὐδ' ἂν ἐξεδόμην ἑτέροις δεσπόταις, ἀγαπῶντας ἐμὲ, καὶ τῶν ἐμῶν θεσπισμάτων ἀπηρτημένους. Πῶς οὖν ἄρα τὸν τῆς ἑτέρων δουλείας ὑπεμείνατε ζυγόν; Πρόφασις ὑμῖν τοῦ κακοῦ γέγονεν ἡ

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
