# Commentarius in Isaiam prophetam 70.1165

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.1165

έσεως καὶ σοφίας ἐργάσεται καὶ λαλήσει τῆς θεοπρεποῦς. Ἔργον δὲ σοφίας τῆς θεοπρεποῦς, καὶ πρό γε τῶν ἄλλων τὸ σάρκα γενέσθαι τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, τουτέστιν ἄνθρωπον, καὶ συμπτωχεῦσαι τοῖς ἐπὶ τῆς γῆς, ἵνα ἡμεῖς τῆς [ἑ]αυτοῦ πτωχείας πλουτήσωμεν, ἵνα πιστεύσαντες εἰς αὐτὸν τοὺς τῆς ἁμαρτίας ἀπονιψώμεθα μεμολυσμένους, ἀδρανοῦς ὄντος τοῦ νόμου τοῦ διὰ Μωσέως εἰς τὸ δύνασθαι περιελεῖν ἁμαρτίας, ἵνα τῷ θανάτῳ τῆς ἰδίας σαρκὸς καταργήσῃ τὸν θάνατον, καὶ ἀνατρέψῃ τὴν φθορὰν, καὶ ἀναχαλκεύσῃ πρὸς ἀφθαρσίαν τοὺς τῷ θανάτῳ κατισχημένους, καὶ οὐρανοῦ πολίτην ἐργάσηται τὸν ἐπὶ τῆς γῆς ἄνθρωπον, καὶ συνάψῃ δι' ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρὶ τὸν πάλαι δραπέτην, καὶ κηρύξῃ μὲν αἰχμαλώτοις ἄφεσιν, τυφλοῖς δὲ ἀνάβλεψιν, καὶ ἰάσηται τοὺς συντετριμμένους τὴν καρδίαν, καὶ κενώσῃ τὸν ᾅδην, καὶ ἀποστήσῃ τὸν Σατανᾶν τῆς κατὰ πάντων ἀρχῆς καὶ πλεονεξίας. Συνήσει δὴ οὖν ὁ παῖς μου, φησίν. Ἀσύνετον γὰρ, ἤγουν ἄσοφον, ἐν τοῖς γεγονόσιν ὑπὲρ ἡμῶν παντελῶς οὐδέν. Πάντα γὰρ ἐν σοφίᾳ ἐποίησε, κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Ταύτης ἕνεκα τῆς αἰτίας ὑψωθήσεται, φησὶ, καὶ δοξασθήσεται σφόδρα. Δοξολογεῖται γὰρ πρὸς ἡμῶν ὁ Θεὸς ὡς Κύριος, Σωτῆρα δὲ καὶ Λυτρωτὴν ἀποκαλοῦμεν αὐτόν. Εἶναί τε τοῦτο κατὰ ἀλήθειαν πεπιστεύκαμεν. Ἀλλ' ἵνα ἀληθὴς καὶ ἀδιάβλητος παντελῶς ὁ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχῃ λόγος, ἐπήνεγκεν ἀναγκαίως, ὅτι Ὃν τρόπον ἐκστήσονται ἐπὶ σοὶ πολλοὶ, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου, καὶ ἡ δόξα σου ἀπὸ τῶν ἀνθρώπων. Οἱ μὲν γὰρ ἐπεγνωκότες τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ τοῖς τῆς διανοίας ὄμμασι κατιδεῖν ἰσχύσαντες τῆς ἐνούσης αὐτῷ θεοπρεποῦς ἐξουσίας τὸ μέγεθος, καταπλήττονται τὴν οἰκονομίαν· ὁποῖός τις ἦν ὁ προφήτης Ἀββακοὺμ, λέγων· «Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.» Οἵ γε μὴν οὐ συνιέντες αὐτοῦ τὴν δόξαν, ἄπιστοι δὲ καὶ ἀσύνετοι μεμενηκότες, ἀδοξίαν αὐτοῦ καὶ ἀτιμίαν ἀνοσίως κατεψηφίζοντο, Σαμαρείτην ὀνομάζοντες, φάγον τε καὶ μέθυσον, καὶ ἐκ πορνείας γεγενημένον, καὶ πρός γε τούτοις ἁμαρτωλόν. Οὐκοῦν, ὡς ἐκστήσονται ἐπὶ σοὶ πολλοὶ, οὕτως καὶ παρὰ ἀνθρώποις ἀδοξήσει τὸ εἶδός σου, καὶ ἡ δόξα σου ἀπὸ τῶν ἀνθρώπων. Ἀλλ' ὥσπερ τοῦτο συμβήσεται, οὕτω καὶ θαυμάσονται ἔθνη πολλὰ ἐπὶ σοὶ, καὶ συνέξουσι βασιλεῖς τὸ στόμα αὐτῶν. Ἰουδαῖοι μὲν γὰρ οἱ πάντολμοι, καίτοι τοῦ μηδενὸς ἄξιοι ὄντες λόγου, κατακερτομεῖν ἀπετόλμων, καὶ ἀχάλινον ἐπ' αὐτῷ πολλάκις ἀνέντες τὴν γλῶτταν, παλιμφήμοις ἔβαλλον φωναῖς. Πλεῖστοί γε μὴν βασιλεῖς δεδιότες ὡς Θεὸν, καὶ ὡς βασιλεῖ τῶν ὅλων τὴν δόξαν προσάγοντες, συνέξουσι τὸ στόμα αὐτῶν, τουτέστιν, οὐδὲν ἐροῦσιν ἀπηχὲς, ἀλλ' οὐδὲ φθέγξονταί τι τῶν ὅσα διαλυμαίνεται τῇ δόξῃ τοῦ Χριστοῦ. Ὅτι δὲ τὸ θεῖόν τε καὶ ἱερὸν καὶ σωτήριον κήρυγμα, τουτέστι τὸ εὐαγγελικὸν, ἐκείνων οὐκ ἔσται ποθὲν, παρ' οἷς ἠδόξησε τὸ εἶδος αὐτοῦ, παρ' ἐκείνοις δὲ μᾶλλον, οἳ συνέσχον τὸ στόμα

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
